# Compendium Historiarum 1.264

Georgius Cedrenus, Compendium Historiarum, 1.264. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.264
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.264

Τὴς δὲ γυναικὸς αὐτοῦ καὶ τῶν θυγατέρων ζητουμένων, διὰ τὸ μὴ διαφθαρῆναι τὴν σωφροσύνην ἑαυτὰς ἔρῥιψαν κατὰ τοὺ ποταμοῦ. Χητητέον οὖν εἰ ἀριθμοῦνται εἰς μάρτυρας. Τῷ ιβʹ ἔτει Μαξιμιανὸς ὁ Ἑρκούλιος Γαλλίας καὶ Βρεττανίας, Κωνστάντιος δὲ Ἀλανίας καὶ Ἀφρικῆς ἐκράτησαν. Τῶ ιγʹ´ ἔτει τοὺς ἐν στρατείᾳ Χριστιανοὺς ἐξέβαλον. Τῷ ιζʹ ὁ Γαλλέριος Μαξιμιανὸς κατὰ Νάρσεως τοῦ τῶν Περσῶν βασιλέως ἐκδραμών τοῦτον μὲν ἐδίωξε, τὴν δὲ γυναῖκα αὐτοῦ ἀφελόμενος καὶ πάντα τὰ αὐτοῦ, καὶ σφαγὴν μεγάλην ποιήσας, ὑπέστρεψε πρὸς Διοκλητιανὸν, καὶ βαλάντια πεπληρωμένα ἔχων λίθων τιμίων καὶ μαργαριτῶν, ἀφ´ ὧν πρῶτος Δ οκλητιανὸς ἐσθῆτι καὶ ὑποδήμασι λίθοις τιμίοις καὶ χρυσῷ κεκοσμημένοις ἐχρήσατο, προσκυνεῖσθαί τε ἑαυτὸν παρὰ τὸ ἐξ ἀρχῆς ἔθος ἐκέλευσε καὶ θρίαμθον ἐπετέλεσεν. Ὠνομάσθη δὲ θρίαμβος ἀπὸ τῶν ἐπῶν τῶν εἰς τοὺ Διόνυσον· θρίασιν γὰρ τὴν τῶν ποιητῶν μανίαν λέγουσιν· ἢ ἀπὸ τοῦ θρία, τὰ φύλλα τῆς συκῆς ἀνακειμένης τῷ Διονύσῳ. Τότε καὶ ὁ μέγας Σίλβεστρος τῆς Ῥωμαίων Ἐκκλησίας ἐκράτει ἐπὶ χρόνους κη. Κωνσταντίνου δὲ τοῦ υἱοῦ Κωνσταντίου ἐν τῇ Ἀνατολῇ καὶ Παλαιστίνῃ μετὰ τοῦ Γαλλερίου τυγχάνοντος, ὡς αὐτὸν ὁ Γαλλέριος ἑώρα τὰ Χριστιανῶν φρονοῦντα συνέσει τε ψυχῆς καὶ ῥώμῃ σώματος καὶ τῇ περὶ τὴν παίδευσιν εὐφυΐᾳ προκόπτοντα, μαντευσάμενός τε τοῦτον καταλύτην ἔσεσθαι τῆς τυραννίσος καὶ τῶν δογμάτων αὐτοῦ, δόλῳ θανατῶσαι τοῦτον ἐσκέψατο. Θείᾳ δὲ προμηθείᾳ φυγῇ τὴν σωτηρίαν πορίζεται καὶ πρὸς τοὺ ἵδιον πατέρα διασώζεται, πολλὰ σὺν αὐτῷ τῷ σώσαντι εὐχαριστῶν Χριστῷ. Τῷ ιηʹ ἔτει Διοκλητιανοῦ Θεοτέκνῳ γόητι πειθόμενος ὁ Γαλλέριος διωγμὸν κατὰ τῶν Χριστιανῶν ἤγειρεν. Οὗτος ὁ Θεότεκνος ὑποθήκῃ[Ρ. αΟθ] Μαξιμιανοῦ τὰ ἐπὶ Χριστοῦ δῆθεν παρὰ Πιλάτου πραχθέντα πλασάμενος, ὑπομνήματα πάσης βλασφημίας ἀνάπλεα κατὰ πόλιν καὶ κώμην ἔσταλκε, Μαξιμιανοῦ προστάξαντος τοῖς γραμματοδιδασκάλοις

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
