# Compendium Historiarum 1.271

Georgius Cedrenus, Compendium Historiarum, 1.271. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.271
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.271

Οὐκοῦν ἀνάγκη ἐστὶ πάσας σοι τὰς Γραφὰς ἐκθέσθαι, ὅθεν πρῶτον ὁμολόγησον σὰς εἶναι τὰς Γραφὰς καὶ ἀληθεῖς ὑπάρχειν. Αὐνᾶν εἶπε· Τὰ παρὰ τῶν προφητῶν λεχθέντα ἀληθῆ εἶναι πάντες ὁμολογοῦσιν. Ἀλλὰ σὺ τὰ πρὸς ἄλλους εἰρημένα ἄλλους πεπονθέναι φής. Ὁ ἅγιος Σίλβεστρος εἶπεν· Οὐκοῦν δίδως ἄλλον τινά ποτε χολὴν τραφέντα καὶ ὄξος ποτισθέντα καὶ ἀκάνθαις στεφανωθέντα καὶ σταυρωθέντα καὶ ταφέντα καὶ ἀναστάντα; Καὶ ἐπὶ πολὺ σιωπῶντος αὐτοῦ, Κωνσταντῖνος Αὔγουστος ἔφη· Καὶ ἄλλον ἐπιδεῖξαι Αὐνᾶν οὐ δύναται, γινωσκέτω ἑαυτὸν φανερῶς ἡττημένον. [Ρ. Ζἷθ] Δωὴκ Ἰουδαῖος λέγει· Βασιλεῦ κράτιστε, Σίλβεστρος ἐπηγγείλατο δικαίας ἐρεῖν αἰτίας περὶ τοῦ γεννηθῆναι αὐτὸν καὶ πειρασθῆναι ὑπὸ τοῦ διαβόλου καὶ παθεῖν. Ὁ ἅγιος Σίλβεστρος ἔφη· Ἐπειδὴ τοίνυν ἀληθῆ τὰ προφητευθέντα εἰρήκατε, ὁμολογήσατε ὅτι ἡ Παρθένος συνέλαβε καὶ ἔτεκε τὸν Ἐμμανουήλ, ὅ ἐστι, Μεθ’´ ἡμῶν ὁ Θεός. Σιωπώντων δὲ τῶν Ἰουδαίων, ὁ ἅγιος εἶπε· Πάντως γινώσκετε ἐν ταῖς θείαις Γραφαῖς ὅτιπερ ἐκ πηλοῦ ἐποίησεν ὁ Θεὸς τὸν πρῶτον ἄνθρωπον, ὃς τῆ συμβουλία τοῦ ὄφεως ἐξεβλήθη τοῦ παραδείσου καὶ θανάτῳ περιπέπτωκεν. Οὐκοῦν εἰπέ μοι, ὧ Ἰουδαῖε. ἡ γῆ ἀφ´ ἧς ἐπλάσθη ὁ Ἀδὰμ, ἄφθαρτος ἦν ἢ φθαρτὴ, Κουσὴχ εἶπεν· Ἄφθαρτος. Σίλβεστρος εἶπε· Καλῶ, εἶπας· ἄφθαρτος γὰρ ἦν καὶ παρθένος διὰ τὸ μήτε κατάραν αὐτὴν εἰληφέναι ἀκανθῶν καὶ τριβόλων, μήτε δὲ ταφὴν σώματος ἀνθρωπίνου ἐσχηκέναι. Τοίνυν ἐχρῆν καὶ ἐκ τῆ Παρθένου Μαρίας τὸν νέον Ἀδὰμ γεννηθῆναι, ὃς ὥφειλε τὸν νικητήν τοῦ πρώτου ἀνθρώπου, τὸν πειράζοντα ὄφιν, νικῆσαι. Καὶ ἐπειδὴ τὸν Ἀδὰμ διὰ βρώσεως ἐνίκησε, διὰ νηστείας ἡττήθη. Ὁ γοῦν νικήσας τὸν διάβολον τὸν παράδεισον ἡμῖν ἀπέδωκε καὶ τῆ αἰωνίου ζωῆς τὰς πύλας ἠνέῳξε. Καὶ ὁ Ἰουδαῖος εἶπεν· Οὐ μόνον περὶ τῆ γεννήσεως τοῦ ὑμετέρου Χριστοῦ, ἀλλὰ καὶ περὶ τῆ ἐμπαίξεως αὐτοῦ καὶ προδοσίας καὶ πάθους καὶ θαἁτου ἐρωτηθεὶς, περὶ μόνης τῆ γεννήσεως ἐδίδαξας ὁλίγα τινά. Ἀνάγκη οὖν ἐστι περὶ πάντων ἀπολογήσασθαι. Ὁ ἅγιος Σίλβεστρος ἔφη· Περὶ τίνος ὁ μέγας Ἡσαΐας ἔφη, Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται Υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι, Μεθ´ ἡμῶν ὁ Θεός; Καὶ, Πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας, ἔναντι βασιλέως Ἀσσυρίων. Καὶ ὁ Βαλαάμ· Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραὴλ, καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωὰβ, καὶ προνομεύσει τοὺς υἱοὺς Σὴθ, καὶ κατακυριεύσει ἐθνῶν πολλῶν. Ὅτι μὲν οὖν ἄνθρωπος φανήσεται, διὰ τούτων προκαταγγέλλεται· ὅτι δὲ Κύριος πάντων, προσημαίνουσι πάλιν οἱ προφῆται φάσκοντες· Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον καὶ σεισθήσονται τὰ χειροποίητα Αἰγύπτου. Καὶ, Ἰδοὺ Κύριος ὁ Θεὸς ἡμῶν ἤξει καὶ σώσει ἡμᾶς, καὶ τότε ἀνοιγήσονται, ὁφθαλμοὶ τυφλῶν, καὶ ὧτα κωφῶν ἀνοιγήσονται, καὶ ἀλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων. Ἡ μὲν οὖν προφητεία

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
