# Compendium Historiarum 1.280

Georgius Cedrenus, Compendium Historiarum, 1.280. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.280
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.280

Τῷ κʹ ἔτει γέγονεν ἡ ἀγία καὶ οἰκουμενικὴ πρώτη σύνοδος ἐν Νικαίᾳ, συνελθόντων τῶν ἀγίων τῶν Πατέρων. Ἡς ἡγοῦντο Σιλβέστρου πάπα Ῥώμης τοποτηρηταὶ, Βίτων καὶ Βἰκεντίων πρεσβύτεροι, Μητροφάνης τοῦ Βυζαντίου, Ἀλέξανδρος Ἀλεξανδρείας, Εὐστάθιος Ἀντιοχείας, Μακάριος Ἱεροσολύμων, κατὰ Ἀρείου πρεσβυτέρου γεγονότος Ἀλεξανδρείας, βλασφημοῦντος τὸν Θεὸν Λόγον κτίσμα καὶ ἑτεροούσιον τοῦ Πατρὸς, καὶ ὅτι ἦν ποτε ὅτε οὐκ ἦν δοξάζοντος. Ὃν καθελοῦσα ἀνεθεμάτισε σὺν τοῖς ὁμόφροσιν αὐτοῦ, τὸν δὲ Υἱὸν ὁμοούσιον καὶ συνάναρχον τῷ Πατρὶ καὶ Θεὸν ἀληθινὸν καὶ Κτίστην πάντων ἐδογμάτισε. Μετὰ γοῦν τὸ συναθροισθῆναι πάντας τοὺς ῥηθέντας τῶν Πατέρας ἐν Νικαίᾳ δημοσίοις ὀχήμασιν, ἀφίκετο καὶ ὁ βασιλεὺς ἐφιέμενος ἰδεῖν τὴν πληθὺν τῶν ἀρχιερέων. Καὶ δὴ οἶκον μέγιστον ἐν τοῖς βασιλείοις κατασκευάσας θρόνους πολλοὺς ἐν αὐτῷ τεθῆναι προσέταξε, καὶ οὕτως εἰσελθεῖν τοὺς ἀρχιερεῖς ἐπέτρεψεν. Ἔσχατος δὲ σὺν ὀλίγοις εἰσελθὼν καὶ αὐτὸς, καὶ στὰς ἐν τῶ μέσῳ, προετρέψατο πάντας καθίσαι. Εἶτα θρόνου μικροῦ τεθέντος κελευσθεὶς ὑπ´ αὐτῶν ἐκάθισεν ἔσχατος πάντων· τοσαύτη τις εὐλάβεια καὶ αἰδὼς τῶν ἀνδρῶν κατεῖχε τὸν βασιλέα. Καὶ οἱ μὲν τοῖς ἄνθεσι τῶν ἐγκωμίων τὴν κεφαλὴν αὐτοῦ στεφανώσαντες τὴν περὶ τὰ θεῖα [Ρ.Θὔ] σπουδὴν εὐλογίαις ἠμείψαντο· ὁ δὲ τοὺς περὶ τῆς ὁμονοίας καὶ συμφωνίας προσαγαγὼν λόγους πολλοὺς μὲν ἐφιλοφρονήσατο καὶ λόγοις καὶ δώροις, πολλὰς δὲ στιβάδας προστάξας εὐτρεπισθῆναι ἐπὶ τὸ αὐτὸ πάντας ἑστίασε, τοὺς μὲν ἀξιολογωτέρους ὁμοτραπέζους λαβών, τοὺς δὲ λοιποὺς εἰς τὰς ἄλλας τραπέζας ὅιεῖλε. Θεασάμενος δέ τινας τοὺς δεξιοὺς ὀφθαλμοὺς ἐκκεκομμένους, καὶ μαθὼν ὡς ὑπὸ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν τοῦτο πεπόνθασι, τὰ χείλη τοῖς τραύμασι προσενήνοχε κατασπαζόμενος, ἑλκύσειν ἐκεῖθεν εὐλογίαν τῷ, φιλήματι πιστεύων· οὕτως ἦν ὁ θαυμάσιος ἀνὴρ ἐκεῖνος εὐλαβείᾳ καὶ πίστει καὶ μετριοφροσύνῃ λελαμπρυσμένος. Τῇ δὲ ἐπαύριον ἐπίσκοποι πάντες καὶ ὁ βασιλεὺς εἰς ἕνα τόπον συνελθόντες καλοῦσι τὸν Ἄρειον σὺν τοῖς ὁμόφροσιν αὐτοῦ εἰς τὴν σύνοδον, ἐπιτρέποντες αὐτῷ συστῆναι τοῖς οἰκείοις δόγμασιν. Ἢν δὲ τὰ δόγματα τοῦ ἀσεβοῦς καὶ τρισκαταράτου Ἀρείου ταῦτα. Οὐκ ἀεὶ ὁ Θεὸς Πατὴρ ἦν, ἀλλ´ ἠν ὅτε Θεὸς Πατὴρ οὐκ ἦν. Οὐκ ἀεὶ ἦν ὁ τοῦ Θεοῦ Λόγος, ἀλλ´ ἐξ οὐκ ὄντων γέγονεν· ὁ γὰρ ὢν Θεὸς τὸν μὴ ὄντα ἐκ τοῦ μὴ ὄντος πεποίηκε, Διὸ ἦν ποτε ὅτε οὐκ ἦν· κτίσμα γάρ ἐστι καὶ ποίημα ὁ Υἱός. Οὔτε δὲ ὅμοιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ κατ´ οὐσίαν. Οὔτε δὴ ἀληθινὸς καὶ φύσει τοῦ Πατρὸς Λόγος ἐστὶν, οὔτε ἀληθινὴ σοφία αὐτοῦ ἐστιν· ἀλλ´ εἷς μὲν τῶν ποιημάτων καὶ γεννητός ἐστι, καταχρηστικῶς δὲ λέγεται Λόγος καὶ σοφία, γενόμενος καὶ αὐτὸς τῷ ἰδίῳ τοῦ Θεοῦ Λόγῳ καὶ ἐν τῷ Θεῷ σοφίᾳ,

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
