# Compendium Historiarum 1.281

Georgius Cedrenus, Compendium Historiarum, 1.281. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.281
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.281

ἐν ᾗ καὶ τὰ πάντα καὶ αὐτὸν πεποίηκεν ὁ Θεός, Αιὸ καὶ τρεπτός ἐστι καὶ ἀλλοιωτὸς τὴν φύσιν, ὡς καὶ πάντα τὰ λογικά. Ξένος τε καὶ ἀλλότριος καὶ ἀπεσχοινισμένος ἐστὶν ὁ Λόγος τῆς Θεοῦ οὐσίας, καὶ ἀόρατος ὁ Πατὴρ τῷ Υἱῷ. Οὔτε γὰρ τελέως καὶ ἀκριβῶς γινώσκει ὁ Λόγος τὸν Πατέρα, οὕτε τελείως αὐτὸν ὀρᾷν δύναται. Καὶ γὰρ ἑαυτοῦ τὴν οὐσίαν οὐκ οἶδεν ὡς Υἱός ἐστι· δι ἡμᾶς γὰρ πεποίηται, ἵνα ἡμᾶς δι´ αὐτοῦ ὡς δι´ ὀργάνου κτίσῃ ὁ Θεός· καὶ οὐκ ἂν ὑπέστη, εἰ μὴ ἡμᾶς ἠθέλησεν ὁ Θεὸς ποιῆσαι. Ἠρώτησεν οὖν τις αὐτοὺς εἰ δύναται ὁ τοῦ Θεοῦ Λόγος τραπῆναι, ὡς ἐτράπη ὁ διάβολος· καὶ οὐκ ἐφοβήθησαν εἰπεῖν, ὅτι Ναὶ, δύναται τραπῆναι· τρεπτῆς γάρ ἐστι φύσεως, γεννητὸς καὶ κτιστὸς ὑπάρχων. Ἀλλὰ τὸ κατὰ τὴν σύνοδον γεγονὸς θαῦμα οὐ δίκαιον σιωπῇ παραπέμψαι. Πρὸς γὰρ τὸ παράδοξον τοῦ βασιλικοῦ διατάγματος καὶ φιλόσοφοι καὶ ῥήτορες ἐν τῇ συνόδῳ παρῆσαν, διαλεκτικῆς ἐμπειρότατοι· ἐν οἷς ὑπῆρχέ τις Ἔλλην παρὰ πάντων αὐτὸς θαυμαζόμενος, ὥστε μεγάλην ἀκρόασιν ἐκ τῆς συμβολῆς γενέσθαι πλήθους ἐπισυντρέχοντος. Οὐδὲ γὰρ οἷοί τε ἦσαν οἱ ἐπίσκοποι τὸν φιλόσοφόν τε καὶ ῥήτορα περιτρέψαι τέως διαλεγόμενον, [Ρ. ἂβγ] ὅτι πᾶσι τοῖς ἐπαγομένοις ῥᾷστα προσεφέρετο, ἐπιλύων εὐφυῶς τὰ προτεινόμενα καὶ δίκην ἐγχέλυος ἀκατάσχετος εὐρισκόμενος. Ἐν οἷς γὰρ ἐδόκει συνέχεσθαι, διολισθαίνων ἐπικρατεστέρως ἀντεφέρετο τῇ τῶν νοημάτων δεινότητι καὶ ῥημάτων εὐγλωττίᾳ τε καὶ στωμυλίᾳ. Ἀλλὰ´ ἵνα δείξῃ ὁ Θεὸς ὅτι οὐκ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ´ ἐν δυνάμει, ἄνθρωπός τις ἐκ τῶν ἁγίων ὀνόματι Σπυρίδων, ἐπίσκοπος Τριμιβούντων, ἁπλούστατος δὲ τὴν φύσιν καὶ ἰδιώτος τὸν λόγον, αἰτεῖται χώραν αὐτῷ δοθῆναι διαλέξεως πρὸς τὸν φιλόσοφον. Οἱ δὲ Πατέρες τὸ ἁπλοῦν τε καὶ ἰδιωτικὸν τοῦ ἀνδρὸς εἰδότες ἐκώλυον αὐτόν. Τοῦ δὲ μὴ ἀνεχομένου, πρόσεισι τῷ ἀνδρὶ καί φησιν· Ἐν ὀνόματι τοῦ Ἰησοῦ Χριστοῦ, ἄκουσον, ὦ φιλόσοφε, τὰ τῆς ἀληθείας δόγματα. Θεὸς εἷς ἐστιν, ὁ τὸν αὐρανὸν καὶ τὴν γῆν ποιήσας, ὁ καὶ ἄνθρωπον ἐκ γῆς διαπλάσας, καὶ τὰ ὁρατὰ· πάντα καὶ ἀόρατα τῷ Λόγῳ αὐτοῦ καὶ τῷ Πνεύματι συστησάμενος. Τοῦτον τὸν Λόγον ἡμεῖς Υἱὸν Θεοῦ εἰδότες προσκυνοῦμεν, πιστεύοντες δι τὴν ἡμετέραν σωτηρίαν ἐπ´ ἐσχάτων ἐκ τῆς Παρθένου τεχθῆναι, καὶ δι σταυροῦ καὶ θανάτου καὶ ἀναστάσεως ἠλευθερωκέναι τὸ γένος τῶν ἀνθρώπων· ὃν καὶ ἐλπίζομεν ἐλθόντα πάλιν κρῖναι πάντας ἐν δικαιοσύνῃ. Πιστεύεις τούτοις, φιλόσοφε· Ὁ δὲ, ὡς ἄν τις μηδέποτε πεῖραν λόγων ἔχων εἰς ἀντίθεσιν, ἀπηνεώθη, καὶ ὡς κωφὸς καὶ ἄλαλος ἀποσιωπήσας τοῦτο μόνον ἐφθέγξατο, ὅτι Κἀμοὶ ταῦτα οὔτως ἔχειν δοκεῖ. Καὶ ὁ γέρων φησίν· Οὐκοῦν ἀναστὰς ἀκολούθει μοι πρὸς τὴν ἐκκλησίαν, καὶ λήψῃ τὸ σημεῖον τῆς πίστεως ταύτης. Ὁ δὲ φιλόσοφος, ἐπιστραφεὶς λέγει τοῖς μαθηταῖς αὐτοῦ, Ἀκούσατε, ὦ ἄνδρες· Ἕως ὅτε λόγων ἐποιούμην σπουδὴν, λόγους λόγοις ἀντετίθουν καὶ τὰ προτεινόμενα τέχνῃ τοῦ λέγειν ἀνέτρεπον. Ὅτε δὲ ἀντὶ λόγων δύναμίς τις ἐξῆλθεν ἐκ τοῦ στόματος τοῦδε

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
