# Compendium Historiarum 1.282

Georgius Cedrenus, Compendium Historiarum, 1.282. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.282
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.282

τοῦ γέροντος, οὐκ ἴσχυσαν οἱ λόγοι τῇ όυνάμει ἀντιτάξασθαι· οὐδὲ γὰρ οἶός τέ ἐστιν ἄνθρωπος ἀντιστῆναι Θεῷ. Διά τοι τοῦτο εἴ τις ὑμῶν δύναται συνιέναι ὡς κἀγὼ, πιστεύσει εἰς τὸν Χριστὸν, καὶ ἀκολουθείτω σὺν ἐμοὶ τῷ γέροντι τούτω ἐν ὧ ἐλάλησεν ὁ Θεός. Τούτῳ οὖν τῷ τρόπῳ γενόμενος ὁ φιλόσοφος Χριστιανὸς ἔχαιρεν ἡττηθεὶς ὑπὸ τοῦ γέροντος. Παρῆν δὲ τηνικαῦτα καὶ ὁ θεῖος Παφνούτιος καὶ τερατουργὸς καὶ ὁμολογητὴς, οὗ τὸν δεξιὸν ὀφθαλμὸν Μαξιμιανὸς ἐξώρυξεν. Ὃς τῆς συνόδου κανονίσαι θελούσης ὥστε κληρικὸν μὴ συνέρχεσθαι γυναικὶ πρὸς γάμον, ὡς βαρὺν τὸν λόγον ἀνέτρεψε,, καὶ μόνοις ἐπισκόποις ἐτύπωσε τοῦτο παραφυλάττεδθαι. Μετὰ γοῦν πολλὴν τῆς σκέψεως ἀκρίβειαν ἔδοξε πᾶσιν ὁμοῦ δεῖν ὁρίσασθαι τὸ ὁμοούσιον ἐπὶ τῆς ὁρθοδόξου πίστεως, τουτέστι τῆς αὐτῆς οὐσίας καὶ φύσεως τῷ Πατρὶ καὶ τὸν Υἱὸν ὁμολογεῖν. Ἡν[ δὴ καὶ κατὰ κράτος καὶ συμφώνως ἐβεβαίωσαν, παρὲξ Ἀρείου τοῦ ἀσεβοῦς καὶ ἑτέρων ἓξ ὁμοφρόνων αὐτῷ, οὓς ἀναθεματισθέντας ὑπὸ τῶν θείων τῶν· Πατέρων ὁ βασιλεὺς ἐξώρισε Μετὰ δὲ ταῦτα φιλαπεχθήμονες ἄνδρες κατά τινων ἐπισκόπων ἐγγράφους ἐπέδωκαν τῷ βασιλεῖ κατηγορίας. Ὁ δὲ ταύτας δεξάμενος καὶ δεσμήσας καὶ τῷ δακτυλίῳ σημηνάμενος ἐκέλευσε φυλάττεσθαι. Εἴτα πρὸς εἰρήνην αὐτοὺς καὶ ὁμόνοιαν συμβιβάσας ταύτας ἐνώπιον πάντων κατέκαυσεν, ὅρκῳ πληροφορήσας αὐτοὺς μηδὲν ἀναγνῶναι τῶν ἐν αὐτοῖς γεγραμμένων. Οὐδὲ γὰρ ἔφη χρῆναι τὰ πλημμελήματα τῶν ἱερέων δῆλα γενέσθαι τοῖς πολλοῖς ἵνα μὴ σκανδάλου πρόφασιν ἐντεῦθεν λαμβάνοντες ἀδεῶς ἁμαρτάνωσιν. Ἐγὼ δὲ εἰ αὐτόπτης ἐγενόμην ἐπισκόπου γάμον ἀλλότριον διορύττοντος, συνεκάλυψα ἂν τῇ πορφυρίδι μου ταύτῃ τὸ παρανόμως γινόμενον, ὡς ἂν μὴ βλάψειε τοὺς θεωμένους τῶν δρωμένων ἡ ὄψις. Οὔτω τοίνυν τοὺς μὲν εὖ λέγοντας ἀνακηρύττων, τοὺς δὲ ἀντιλέγοντας παρακλητικῶς εἰς ὁμόνοιαν ἐλαύνων, τοὺς πάντας ὁμογνώμονας καὶ ὁμοδόξους τοῖς ἀμφισβητουμένοις ἅπασι κατέστησε. Καὶ οὕτω παραινέσας πάντας, καὶ πολλῆς τιμῆς τε καὶ δωρεᾶς ἀξιώσας, ἕκαστον παρηγγύησε καταλαβεῖν τὴν ἰδίαν ποίμνην. Ἐτύπωσε δὲ καὶ τὸ ἅγιον Πάσχα ἑορτάζειν ἡμᾶς κατὰ τὴν νῦν κρατοῦσαν συνήθειαν· τινές γὰρ τῶν πρώην κατὰ τὴν ιδ´ τῆς σελήνης ἑώρταζον. Μετὰ δέ τινα χρόνον ὑπὸ τῆς θυγατρὸς αὐτοῦ Κωνσταντίας παρακληθείς ἀνῆκε τὸν Ἄρειον ἀπὸ τῆς ἐξορίας ὡς δῆθεν μετανοήσαντα. Οὗ παραγενομένου, καὶ ἐρωτηθέντος ὑπὸ τοῦ βασιλέως εἰ στοιχεῖ τοῖς ὅροις καὶ τῇ ἐκθέσει τῆς ἐν Νικαίᾳ συνόδου, παρευθὺ κατέθετο πιστεύειν οὕτως. Ὁ δὲ θαυμάσας ὅρκον ἐπήνεγκε μὴ φρονεῖν ἐναντία τῇ συνόδῳ· καὶ τοῦτο ποιήσας ἀπέλυσεν αὐτὸν εἰρηκώς αὐτῷ· Εἰ μὲν ὀρθή σού ἐστιν ἡ πίστις, καλῶς ὥμοσας· εἰ δὲ ἀσεβὴς καὶ διεστραμμένη, κρίναι Κύριος ὁ Θεὸς τὰ

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
