# Compendium Historiarum 1.286

Georgius Cedrenus, Compendium Historiarum, 1.286. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.286
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.286

οἱ τὸ μεῖζον καὶ ἔλαττον ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ συγκρίνοντες, ἑτεροούσιον τὸν Υἱὸν τοῦ Πατρὸς καὶ ἀνόμοιον δογματίζοντες. Οὐ γὰρ ἵσασιν, ὡς ἔοικεν. ὅτι μεῖζον καὶ ἔλαττον ἐπὶ τῶν ὁμοουσίων ζητεῖται καὶ. κρίνεται, ὡς ἄνθρωπος ἀνθρώπου μείζων καὶ βοῦς βοὸς καὶ ἴππος ἵππου, καὶ ἁπαξαπλῶς ὁ κανὼν τῆς συγκρίσεως τοῖς ὁμογενέσιν ἁρμόζει. Ὁ τοίνυν τὰ τοῦ Θεοῦ τολμηρῶς περιεργαζόμενος, καὶ μείζονα λέγων τοῦ Υἱοῦ τὸν Πατέρα, τὴν σύγκρισιν ὡς ὁμοούσιον προσίεται, κἂν μὴ βούληται· ἑτεροούσια γὰρ ἀλλήλοις συγκρίνεσθαι οὐ δύναται, οὕτε λέγεται μείζων ἄνθρωπος Βοὸς ἢ μείζων ἄνθρωπος καμήλου ἢ μείζων ἄνθρωπος ἰχθύος. Τὰ μέντοι γε τὸν ἑνικὸν ἀριθμὸν ὑπερβαίνοντα ἐν τῇ θείᾳ Γραφῇ τῆς τῶν ὑποστάσεων διαφορᾶς εἰσι παΤαστατικὰ, τὰ δὲ ἑνικῶς ἐξενηνεγμένα τῆς ταυτότητος τῆς φύσεως. Τὰ μὲν γὰρ εἴρηται, ἵνα Σαβέλλιος καὶ Ἰουδαῖοι ἐπιστομισθῶσι, τὰ δὲ, ἵνα Ἄρειος καὶ Εὐνόμιος καὶ Ἕλληνες στηλιτευθῶσιν. Οἱ γὰρ πλατύνοντες μὲν εἰς τὴν ἀγίαν Τριάδα τὸν τῶν ἰδιοτήτων ἀριθμὸν, συστέλλοντες δὲ εἰς μίαν οὐσίαν, ὀρθότατα δογματίζουσι καὶ ταῖς τῶν οὐρανίων χρησμῶν ἕπονται διδασκαλίαις, μήτε εἰς πολυθεΐαν διὰ τὴν τῆς φύσεως διαφορὰν ἐκπίπτοντες, μήτε εἰς ἰουδαϊσμὸν διὰ τὴν τοῦ ἑνὸς προσώπου σύστασιν ὀλισθαίνοντες, Πῶς δὲ οὐκ ἐρυθριῶσι κτίσματι προσκυνοῦντες καὶ ταῖς ἑαυτῶν μαχόμενοι ψήφοις; Ἀπαγορεύοντες γὰρ τὸ μὴ τῇ κτίσει προσκυνεῖν ὡς Ἑλληνικὸν, αὐτοὶ τοῦτο δρῶντες ἑαυτοὺς λανθάνουσι. Χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὡς οὐ τὰ αὐτὰ ὀνόματα πάντως καὶ τὰ αὐτὰ μηνύει πράγματα, οὔτε ἡ ὁμωνυμία συνωνυμίαν ἐκ παντὸς τρόπου ἐμφαίνει. Ἐπὶ μὲν γὰρ τοῦ Υἱοῦ κυρίως λέγεται ἡ γέννησις, ἐπὶ δὲ τῶν κτισμάτων καταχρηστικῶς, ἐπ´ ἐκείνου μὲν τῆς ἀληθείας ἕνεκεν καὶ τῆς ὁμοουσιότητος, ἐπὶ δὲ τούτων τιμῆς χάριν καὶ υἱοθεσίας. Βουληθεὶς γὰρ ἀπεκύησεν ἡμᾶς λόγω ἀληθείας. Μὴ τοίνυν ἡ ὁμωνυμία τὴν ὁμοτιμίαν ἐνταῦθα τικτέτω, μηδὲ τὰ καταχρηστικῶς εἰρημένα κυρίως λεχθῆναι νομιζέσθω, ἐπεὶ καὶ τὸν θυμὸν καὶ τὴν ὀργὴν καὶ τἄλλα πάντα τὰ τῆς θείᾳ μὴ πρέποντα φύσει καταχρηστικῶς λελεγμένα, οὐκ ἄν τις εὐφρονῶν κυρίως πεφράσθαι [Ρ. Ζθ] φαίη. Δῆλον γάρ ἐστιν ὅτι ἑκάστῳ χωρίῳ καὶ ἑκάστῃ λέξει ἡ προσήκουσα καὶ ἁρμόζουσα διασάφησις προσαγοΕΙπάτωσαν δέ γε καὶ οἱ εἰς τὸ ἅγιον Πνεῦμα βλασφημοῦντες καὶ τῆς θείας οὐσίας αὐτὸ χωρίζοντες, πῶς ὁ Θεὸς καὶ Σωτὴρ ἡμῶν ἐνανθρωπήσας παρέδωκε συμπληρωτικὸν εἶναι τῆς ἁγίας Τριάδος τὸ πανάγιον Πνεῦμα, καὶ ἐν τῇ ἐπικλήσει τοῦ θείου βαπτίσματος σὺν Πατρὶ καὶ Υἱῷ ὡς ἐλευθεροῦν τῶν ἁμαρτημάτων τοὺς ἀνθρώπους ἀριθμούμενον. Καὶ ἐπὶ τῆς μυστικῆς τραπέζης τὸ σῶμα ἰδικὸν τῆς τοῦ Υἱοῦ σαρκώσεως ἀποφαῖνον, πῶς ἂν εἴη ποιητὸν ἢ κτιστὸν ἢ τῆς δουλικῆς φύσεως, ἀλλ´ οὐ τῆς δεσποτικῆς καὶ δημιουργοῦ καὶ βασιλίδος οὐσίας συγγενές καὶ ὁμοούσιον τὸ ἅγιον Πνεῦμα; Εἰ γὰρ δοῦλον, μὴ

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
