# Compendium Historiarum 1.294

Georgius Cedrenus, Compendium Historiarum, 1.294. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.294
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.294

Ἰουλιανὸν ὑπέστρεψεν. Ὁ δὲ τὴν αἰτίαν τῆς βραδύτητος ἠρώτησεν· ἀπεκρίθη δὲ αὐτῷ ὁ δαίμων· Καὶ ἐβράδυνα καὶ ἄπρακτος ἔμεινα. Ἐκδεχόμενος γὰρ Πούπλιόν τινα μονάζοντα, εἴ πως παύσεται τῆς προσευχῆς, καὶ μὴ παυσάμενος ἡμέρας δέκα ἐκώλυσέ με ποιῆσαι τὸ θέλημά σου. Καὶ τοῦτο ἀκούσας Ἰουλιανὸς καὶ σφόδρα ἀγανακτήσας προσηπείλησε μετὰ τὴν ὑποστροφὴν ἐξολοθρεῦσαι τὸ τῶν [Ρ ὅθι] μαναχῶν γένος. Οπερ μαθών τις τῶν μεγιστάνων αὐτοῦ καὶ θαυμάσας, ἐπανελθὼν διένειμε τὰ ὑπάρχοντα αὐτοῦ πάντα πένησι καὶ ἀπῆλθε πρὸς τὸν γέροντα. Καὶ γενόμενος δόκιμος μοναχὸς πᾶσιν ἔλεγε τὴν ἰσχὺν τῶν μοναζόντων, ἣν ἔλαβον κατὰ τῶν σκοτεινομόρφων δαιμόνων. Ἐν δὲ Κάραις, τῇ παρὰ τοῦ Κάρου τοῦ βασιλέως κτισθείσῃ πόλει, τὴν πρὸς Πέρσας ποιούμενος ποὸείαν, εἰσελθὼν καὶ ἔν τινι καταδύσει θυσίας ἀκαθάρτους ἐπιτελέσας, κλεῖθρα καὶ σήμαντρα ταῖς θύραις ἐπέθηκε καὶ φύλακας ἐπέστησεν· ἤνπερ ἀνοίξαντες μετὰ τὴν ἐκείνου πτῶσιν, εὖρον γύναιον ἐκ τῶν τριχῶν κρεμάμενον καὶ ἐκτεταμένας ἔχον τὰς χεῖρας, ἣν ἀνασχίσας ὁ ἄσπλαγχνος τὴν γαστέρα τὴν κατὰ Περσῶν δήπουθεν ἔγνω διὰ τοῦ ἥπατος νίκην. Ἐν δὲ Ἀντιοχείᾳ πολλὰ μὲν κιβώτια ἐν τοῖς βασιλείοις κεφαλῶν ἀνθρώπων πεπληρωμένα, πολλὰ δὲ φρέατα νεκρῶν σωμάτων εὗρον πεπλησμένα· καὶ γὰρ μυρίας μὲν γυναῖκας ἐν γαστρὶ ἐχούσας ἀνατεμὼν καὶ ἐν τοῖς ἐμβρύοις ἡπατοσκοπούμενος, καὶ πολλὰ παιδία κατασφάξας, ὑπὸ τὰ εἴδωλα κατώρυξεν ὁ φιλείδωλος Ἰουλιανός. Πολλὴν δὲ καὶ ἄλλην λογικὴν ἀγέλην ἐκ ποικίλων ἡλικιῶν διαφόροις ὑπέβαλε θανάτοις ἐπ´ ὀνόματι Ποσειδῶνος καὶ τῶν λοιπῶν δαιμόνων ὁ δαιμονιώδης καὶ θεομίσητος. Οὐ μὴν δὲ ἀλλὰ καὶ ἵππους λευκούς τε καὶ πυῤῥοὺς ἔθυε, τοὺς μὲν τῷ ἡλίῳ τοὺς δὲ τῷ πυρὶ καὶ τοῖς ἀνέμοις. Καὶ πρὸς τούτοις κύνας καὶ πιθήκους καὶ κόρακας καὶ σᾷν σχεδὸν ἑρπετῶν εἶδος καὶ τετραπόδων θηρίων. σε καὶ τῶν ἄλλων πτηνῶν καὶ νηκτῶν οὐ διέλειπε κατασφάττων καὶ τελετὰς παντοίας ἐπινοῶν πλείοις καὶ χείρους τῶν παρ´ Ἔλλησι νενομισμένων, πρὸς τὸ πάντας τοὺς πρὸ αὐτοῦ ἑλληνίσαντας ὑπερακοντίσαι, διὰ τῶν τοιούτων οἰόμενος ὁ ἄθεος ἀποθεωθῆναι καὶ θεὸς νομισθῆναι. Ἀλλὰ τὰ περὶ τούτου ἐν τῆ τάξει τῆς αὐτοῦ θεοστυγοῦς βασιλείας ὡς οἷόν τε διὰ βραχέων λέξομεν. Ὁ δὲ λόγος πρὸς τὰ ἑξῆς βαδιζέτω. Τοῦ Κωνσταντίου τῷ ιθ´ ἔτει, ἐν τῇ ἡμέρᾳ τῆς Πεντηκοστῆς, ἐν Ἰεροσολύμοις ἐφάνη τὸ σημεῖον τοῦ ζωοποιοῦ σταυροῦ ἐν οὐρανῷ, φωτοειδὲς, τεταμένον ἀπὸ τοῦ Γολγοθᾶ, ἔνθα ἐσταυρώθη ὁ Χριστὸς, ἔως τοῦ ὄρους τῶν Ἐλαιῶν, ὅθεν καὶ ἀνελήφθη, κύκλῳ δὲ τούτου στέφανος, ὡς ἷρις τὸ εἶδος ἔχων. Τῇ αὐτῇ δὲ ἡμέρᾳ καὶ Κωνσταντίῳ ὥφθη, Κυρίλλου τότε Ἱεροσολύμων ἐπισκοποῦντος.

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
