# Compendium Historiarum 1.295

Georgius Cedrenus, Compendium Historiarum, 1.295. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.295
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.295

Τῷ κα´ ἔτει τῆς βασιλείας Κωνσταντίου, τελευτήσαντος Εὐσεβίου τοῦ δυσσεβοῦς Κωνσταντινουπόλεως, κατῆλθον εἰς Ῥώμην πάλιν πρὸς Ἰούλιον τὸν πάπαν καὶ Κώνσταντα τὸν τοῦ βασιλέως [Ρ ὅθα] Κωνσταντίου ἀδελφὸν Ἀθανάσιος καὶ Παῦλος. Οἱ ὀρθόδοξοι τοίνυν Κωνσταντινουπόλεως Παῦλον προβαλόμενοι, ἐπεὶ οἱ Ἀρειανοὶ Μακεδόνιον ἀντεχειροτόνησαν. συμβάλλουσιν ἀλλήλοις, καὶ πολλοὶ ἀμφοτέρωθεν πίπτουσιν. Ἑρμογένης δὲ ὁ στρατηλάτης παρὰ Κωνσταντίου πεμφθείς εἰς τὸ ἐξελάσαι Παῦλον παρὰ τῶν ὀρθοδόξων κτείνεται καὶ εἰς τὴν θάλασσαν ῥίπτεται. Τοῦτο ὁ Κωνστάντιος μαθὼν καταλαμβάνει τὴν Κωνσταντινούπολιν, καὶ τὸν μὲν Παῦλον ἐξορίζει, οὐ μὴν δὲ ἐνθρονιάζει Μακεδόνιον. Ὕστερον δὲ παρὰ Ἰουλίου Ῥώμης μετὰ γραμμάτων ὁ Παῦλος ἀνελθὼν ἐν Θεσσαλονίκῃ ἐξορίζεται, ὁ δὲ Μακεδόνιος τῇ Ἐκκλησίᾳ λῃστρικῶς ἐπιβαίνει, ἐφ´ ᾧκαὶ ἀναιροῦνται ἄνδρες τρισχίλιοι ἑκατὸν πεντήκοντα· καὶ οὕτω τῆς Ἐκκλησίας Ἀρειανοὶ κρατοῦσι, καὶ Ἀθανάσιος δὲ καὶ Παῦλος τὴν Ῥώμην πάλιν καταλαμβάνουσιν Ο καὶ προσελθόντες τῷ Κώνσταντι πάντα διηγήσαντο. Ὁ δὲ ἐπὶ τούτοις ἀγανακτήσας γράφει τῷ ἰδίῳ ἀδελφῷ λυπούμενος ἀποδοῦναι Παύλω καὶ Ἀθα νασίῳ τοὺς ἰδίους θρόνους. Μαγνεντίου δὲ ἐν Γαλλίαις τυραννήσαντος καὶ Κώνσταντα τὸν εὐσεβῆ ἀνελόντος, ἐπεὶ Κωνστάντιος ἐν Ἀντιοχείᾳ ὤν τοῦτο ἔμαθε, παρευθὺς τῆς πόλεως τὸν Παῦλον ἐξορίζει ἐν Κουκουσῷ. Κἀκεῖ ὑπὸ τῶν Ἀρειανῶν τῷ ἰδίω ὡυσφόρῳ ἀποπνίγεται, καὶ Μακεδόνιος πάλιν τοῦ θρόνου ἐπιλαμβάνεται, ὁ δὲ Ἀθανάσιος πάλιν φυγῇ τὴν σωτηρίαν πραγματεύεται. Ἰουλιανὸν δὲ τὸν ἀδελφὸν Γάλλου ἐκ τῆς φυλακῆς ἐξαγαγὼν Καίσαρα προβάλλεται καὶ εἰς Γαλλίας ἐκπέμπει, ζεύξας αὐτῷ πρὸς γάμον τὴν ἰδίαν ἀδελφὴν Ἑλένην τὴν καὶ Κων. σταντίαν. Γαμετὴ δὲ Κωνσταντίου ἦν Εὐσεβία ἡ περιώνυμος, ἧς τὸ κάλλος εἰς πᾶσαν ἐξῆλθε τὴν γῆν· ἀλλ´ ὁ ταύτης ἀνὴρ μαλθακώτερος ὑπάρχων τοῦ πρέποντος, ἐτι δὲ καὶ νοσηλευόμενος, οὐκ ἠδύνατο θεραπεῦσαι τὴν ἄνθρωπον, ἢ τῷ τῆς νεότητος ἄνθει καὶ Ὃ κάλλει τῆς φύσεως ὑπερζέουσα τῷ τῆς μητρομανίας περιέπεσε πάθει, φθίνουσα δὲ κατὰ μικρὸν ἐτελεύτησε, καὶ οὔτε τοῦ κάλλους οὔτε τῆς ἡλικίας οὔτε τῆς βασιλείας ἀπώνατο· Τὰ μέν γὰρ ἄλλα δεύτερ´ ἂν πάσχοι γυνὴ Ἀνδρὸς δ´ ἀμαρτάνουσ´ ἁμαρτάνει βίου. Τῷ κβʹ ἔτει οἱ Ἀρειανοὶ τὸν βασιλέα Κωνστάντιον κατὰ Ἀθανασίου παρέπεισαν ὡς κεφαλικὴν τιμωρίαν αὐτοῦ καταψηφίσασθαι· ἀλλὰ καὶ τότε φυγῇ ὁ ἅγιος τὴν σωτηρίαν ἐπραγματεύσατο. Σεισμοῦ δὲ μεγάλου ἐν Νικομηδείᾳ γενομένου περὶ ὥραν νυκτερινὴν τρίτην, τὴν πόλιν κατέλαβε, καὶ πὶήθη πολλὰ δι έφθειρε μετὰ τοῦ ἐπισκόπου Κεκροπίου. Μακεδόνιος τοίνυν τὸν θρόνον τῆς Κωνσταντινουπόλεως κατέχων μετήγαγε τὸ σῶμα τοῦ Μεγάλου Κωνσταντίνου εἰς τὸν ἅγιον Ἀκάκιον ἀπὸ τοῦ ναοῦ τῶν [ΡθΣ]Ἀγίων Ἀποστόλων, πτῶσιν ροφασιζόμενος τοῦναοῦ· τοῦ δὲ λαοῦ κωλύοντος φόνος γέγονε πολὺς, ὤστε πληρωθῆναι

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
