# Compendium Historiarum 1.301

Georgius Cedrenus, Compendium Historiarum, 1.301. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.301
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.301

Ἰοβιανὸς ἐβασίλευσε μῆνας θʹ, ἡμέρας ιεʹ. Οὕτος χιλίαρχος ἦν, ἀνὴρ πραότατος καὶ ὀρθόδοξος Χριστιανὸς, ὃς ὑπὸ παντὸς τοῦ στρατοῦ βασιλεὺς ἀνηγορεύθη ἐν ᾧ τόπῳ ὁ Παραβάτης ἀνῃρέθη. Ἢν δὲ τὴν ἡλικίαν εὐμήκης, ὥστε μηδὲ ἓν τῶν βασιλικῶν ἱματίων ἀρμόζειν αὐτῷ. Μετὰ μίαν δὲ συμβολὴν τοῦ πολέμου εἰρήνη ὡς ἀπὸ Θεοῦ συμφώνως ἀνεβοήθη ὑπότε Ῥωμαίων καὶ Περσῶν, καὶ ὡρίσθη ἔτη λʹ. Ὁ δὲ παρῃτεῖτο τὴν βασιλείαν, λέγων μὴ δύνασθαι αὐτὸν ἄρχειν στρατοῦ ἑλληνίσαντος. Πρὸς δὲ πάντες ὁμοφώνως ἐβόησαν· Χριστιανοί ἐσμεν, αὐτοκράτωρ τοις. αὔγουστε. Ὅθεν νόμους ἐξέπεμψεν εἰς πᾶσαν τὴν ὑπὸ Ῥωμαίων γῆν εἰς περιποίησιν τῶν τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τοὺς ἐν ἐξορίᾳ Χριστιανοὺς ἀνεκαλέσατο, γράψας καὶ τῷ ἱερῷ Ἀθανασίῳ σημᾶναι αὐτῷ ἐγγράφως τῆς ἀμωμήτου πίστεως τὴν ἀκρίβειαν· οὗ γενομένου βεβαιότερος εἰς ὀρθοδοξίαν γέγονεν. Οὗτος ὑποστρέψας ἐν Ἀντιοχείᾳ πολλάς κιβωτοὺς ἐν τοῖς βασιλείοις εὖρε κεφαλῶν ἀνδρῶν πεπληρωμένας, πολλὰ δὲ φρέατα νεκρῶν σωμάτων ἀνθρωπίνων πλήρη· καὶ γὰρ μυρίας μὲν γυναῖκας κατὰ γαστρὸς ἐχούσας ἀνατεμών ὁ Ἰουλιανὸς ἐν τοῖς αὐτῶν ἐμβρύοις ἡπατοσκόπει, καὶ παιδία δὴ πολλὰ κατασφάττων ὑπὸ τὰ εἴδωλα κατώρυττεν. Οὐ μόνον δὲ, ἀλλὰ καὶ ἵππους λευκοὺς καὶ πυῤῥοὺς καὶ ζώων εἴδη πολλὰ τῷ τε ἡλίῳ καὶ πυρὶ καὶ τοῖς ἀνέμοις καὶ πᾶσιν αὐτοῦ τοῖς δαιμονίοις ὁ ἐνάγιστος ἔθυεν. Ὅθεν οὐδὲν ἄπιστον καὶ ταφέντα τοῦτον τῆς γῆς ἀναῤῥίπτεσθαι. Διὸ καὶ ἀκαθάρτων ζώων ὀστέοις συμμίξαντες αὐτὸν κατέθαψαν, τὴν πρὸς Θεὸν καὶ ἀνθρώπους ἀλλοτρίωσιν αὐτοῦ δεικνύντος τοῦ πράγματος. Ἐξ Ἀντιοχείας δὲ Ἰοβιανὸς ἐπὶ Κωνσταντινούπολιν ὁρμώμενος, ἐλθὼν ἐν Ἀγκύρᾳ τῆς Γαλατίας ὕπατος προῆλθε. Φθάσας δὲ ἐν προαστείῳ Δαδαστανᾶ ἐκοιμήθη ἐν οἰκίσκῳ νεωστὶ κεκονιαμένω, τῆς δὲ ἀσβέστου βαρὺν ἀτμὸν ἀναδιδούσης αἰφνίδιον ἐτελεύτησεν, ἀποπνιγεὶς ὅθ ἀπὸ τῆς καύσεως, Ὡς δέ τινες γράφουσι, μύκητα πεφαρμαγμένον φαγὼν ἀπέθανεν. Τούτου γυνὴ Χαριτὼ, ἤτις οὐδὲ βασιλέα αὐτὸν ἐθεάσατο. Οὐαλεντινιανὸς ἀνηγορεύθη ἐν Νικαίᾳ τῆς Βιθυνίας παρὰ τοῦ στρατοῦ, ὃς ἐβασίλευσεν ἔτη ιγʹ, διὰ τὸ εὐδοκιμῆσαι αὐτὸν ἐν τῇ ὁμολογίᾳ ὡς Χριστιανὸν ἐπὶ Ἰουλιανοῦ καὶ ἐξορισθῆναι. Ἢν δὲ τῷ σώματι εὐμεγέθης, τὴν χροιὰν ἐρυθρὸς, τὴν τρίχα τῆς κεφαλῆς ἐπίξανθον ἔχων, τοὺς ὀφθαλμοὺς ὡραίους, μικρὸν ἐπιγλαυκίζοντας, ὡς λέγειν πολλοὺς παρόμοιον εἶναι τῳ Δαβὶδ, καθώς φησιν ἡ Γραφὴ περὶ ἐκείνου· Καὶ αὐτὸς ἦν πυῤῥάκης μετὰ κάλλους ὁφθαλμῶν. Οὗ καὶ τὸ αὐστηρὸν διὰ τὸ δίκαιον ἐπῃνεῖτο καὶ ἐθαυμάζετο· οὐ γὰρ ἄνευ λόγου τὸ αὐστηρὸν ἐκέκτητο, ἀλλ´ ἀεὶ τῷ δικαίῳ τὰ πρῶτα παρεῖχεν, ὑπ´ οὐδενὸς ἐκ τούτου περιτρεπόμενος, οὐδὲ

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
