# Compendium Historiarum 1.307

Georgius Cedrenus, Compendium Historiarum, 1.307. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.307
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.307

παιδείας ἀμέτοχος. Γυνὴ δὲ τούτου ομνίκα, Ἀρειανὴ διάπυρος. Γρατιανὸς ὁ υἱὸς Οὐαλεντινιανοῦ, αἰρετικὸς, ἐβασίλευσε μόνος ἔτη γʹ, καὶ μετὰ Θεοδοσίου ἕτερα γʹ· ἀπὸ γὰρ τοῦ Βυζαντίου ἐπέμφθησαν πρέσβεις πρὸς Γρατιανὸν ἐν Πανονίᾳ κατερχόμενονῆ, δοθῆναι αὐτοῖς βασιλέα, καὶ ἱδρθη αὐτοῖς ὁ μέγας Θεο δόσιος ἀναγορευθεὶς βασιλεὺς, καὶ ἐκράτησεν ἔτη δζʹ, μῆνας εʹ, ἡμέρας δʹ. Ἐπὶ Γρατιανοῦ σειαμὸς ἐν Ἀλεξανδρείᾳ γέγονεν ἐπὶ τοσοῦτον ὡς ἐπὶ πολὴ ὑποχωρῆσαι τὴν θάλασσαν καὶ τὰ πλοῖα ἑπὶ ξηρᾶς ἑστάναι. Πλήθους δὲ πολλοῦ ἐπὶ τῷ παραδόξῳ θεάματι συνδεδραμηκότος, τῶν ὑδάτων ἀθρόως ἐκδραμόντων πέντε μυριάδες ἀνθρώπων κατεποντίσθησαν· καὶ τῆς Κρήτης δὲ καὶ Ἀχαΐας καὶ Βοιωτίας Ἡπείρου τε καὶ Σικελίας πλεῖστα μέρη ἀπολέσθαι, τῆς θαλάσσης ἀνελθούσης καὶ ἐπικλυσάσης αὐτὰ, ὡς καὶ ἐπὶ τῶν ὀρέων ἀποῤῥιφῆναι πλοῖα ἄχρι σταδίων ἑκατόν. Μαξιμανὸς δέ τις Βρεττανὸς, ὅτι τὸν Θεοδόσιον δ Γρατιανὸς βασιλέα ἐποίησεν, αὐτοῦ μηδεμιᾶς τυχόντος τιμῆς, διήγειρε τοὺς ἐν Βρεττανίᾳ ἀντᾶραι Γρατιανῷ. Καὶ ἀποστέλλει Ἀνδραγάθιον κατ´ αὐτοῦ. Ὁ δὲ εἰσῆλθεν ἐν φορείῳ καταστέγῳ, φημίζων τὴν γυναῖκα Γρατιανοῦ εἶναι ἐκ Βρεττανίας ἐπανήκουσαν, ἦς τῇ ἀγάπῃ Γρατιανὸς κρατηθεὶς τῷ φορείῳ προσῆλθε· καὶ ἀνακαλύψας βλέπει τὸν Ἀνδραγάθιον, ὃς παραυτὰ διὰ στρατιωτῶν παρεσκευασμένων ὄντων ἐπὶ τούτου Γρατιανὸν διεχειρίσατο. Ὁς] ἐπὶ τοσοῦτον [Ρ. ὅΙ] εὐστόχως ἐτόξευεν ὡς λέγειν τινὰς τὰ Γρατιανοῦ βέλη φρένας ἔχειν. Μετετέθη δὲ ὑπὸ Θεοδοσίου εἰς τοὺς βασιλικοὺς τάφους, Ἀδελφὸς δὲ Γρατιανοῦ ὁμώνυμος τῷ πατρὶ Οὐαλεντινιανῷ, ἔτι περιὼν, τοὺς ἐν ἐξορίᾳ ἐπισκόπους ἀνεκαλέσατο καὶ τὰς ἰδίας ἐκκλησίας ἀπέδωκεν αὐτοῖς, ἐκδιώξας τοὺς Ἀρειανοὺς, Δαμάσου τοῦ πάπα Ῥώμης αὐτῷ συμπράττοντος. Τότε καὶ ὁ Θεολόγος Γρηγόριος παῤῥησιαστικώτερον τὸν λόγον τῆς ἀληθείας ἐδίδασκεν ἐν Κωνσταντινουπόλει εἰς τὸ εὐκτήριον τῆς ἀγίας Ἀναστασίας ἔτι μικρὸν τυγχάνον, δέκα χρόνους καὶ μικρόν τι πρὸς ἐκεῖσε πεποιηκώς. Ἔνθα καὶ παράδοξα γίνεται θαύματα ἐξ ἐμφανείας τῆς παναχράντου Δεσποίνης ἡμῶν τῆς Θεοτόκου. Δισσῶς γὰρ λέγεται ἡ ἐπωνυμία τοῦ τῆς Ἀγίας Ἀναστασίας ναοῦ· Ἀνάστασις μὲν διὰ τὸ τὸν τῆς ὀρθοδοξίας λόγον ἐν ταύτῃ ἀναστῆναι, Ἀναστασία δὲ διὰ τὸ συμβὰν εἰς αὐτὴν θαυματούργημα· λέγεται γὰρ γυναῖκά τινα ἄνωθεν πεσοῦσαν ἀποθανεῖν, γενομένης δὲ κοινῆς εὐχῆς ὑπὸ τῶν ὀρθοδόξων ταύτην ἀναστῆναι· μικροῦ δὲ ὄντος τότε τοῦ εὐκτηρίου, ὕστερον ἐπὶ τοῦ ὁσίου Μαρκιανοῦ ἀνοικοδομηθῆναι καθὼς ὁρᾶται,

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
