# Compendium Historiarum 1.308

Georgius Cedrenus, Compendium Historiarum, 1.308. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.308
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.308

Θεοδόσιος μέντοι βασιλεὺς τῷ γένει μὲν Ἴβηρ ἦν τῶν Ἐσπερίων, εὐγενὴς δέ τις καὶ θαυμάσιος περὶ τοὺς πολέμους. Οὐτος εὐθὺ τοὺς ἐν Θράκῃ βαρβάρους κατὰ κράτος ἐνίκησεν, εὐσεβὴς ὢν καὶ ὀρθόδοξος. Οὗτος ἦν τὴν μὲν ἀναδρομὴν τοῦ σώματος σύμμετρος, ἄμεμπτος ἀπὸ ποδῶν ἕως κεφαλῆς, ὑπέρυθρος τῳ προσώπῳ, ξανθὴν ἔχων τὴν τρίχα, τὴν ῥῖνα λεπτὴν καὶ ἐπίγρυπον, χαρίεις τὴν ὁμιλίαν, τὸν τρόπον δὲ χαριέστατος, ἔχων γυναῖκα ὀνόματι Πλακίλλαν, ἐξ ἠς ἔσχεν Ἀρκάδιον καὶ Ὀνώριον· ἧς τελευτησάσης Γάλλαν ἀδελφὴν Γρατιανοῦ ἔγημεν. Ἐν Θεσσαλονίκῃ δὲ ὢν, νόσῳ περιπεσών, βαπτίζεται ὑπὸ Ἀσχολίου τοῦ ἐπισκόπου. Καὶ νόμον ὑπὲρ τῶν ὀρθοδόξων τοῦ ὁμοουσίου ἔγραψεν, ὅν ἐν Κωνσταντινουπόλει ἀπέστειλεν. Ἐλθὼν δὲ καὶ αὐτὸς ἐν Κωνσταντινουπόλει Δημοφίλῳ ἐδήλωσεν ἢ ἀποστῆναι τῆς Ἀρείου πλάνης ἢ ταχέως τῆς Ἐκκλησίας ἐξελθεῖν. Ὁ δὲ τὸ πλῆθος τῶν Ἀρειανῶν συνάξας ἔξω τῆς πόλεως ἐκκλησίαζεν, ἔχων καὶ Λούκιον τὸν Ἀλεξανδρείας ἐπίσκοπον Ἀρειανὸν σὺν αὐτῷ. Καὶ οὔτω λοιπὸν ὁ θεῖος Γρηγόριος, μεθ´ ὧν αὐτὸς τὴν ὀρθόδοξον πίστιν ἐφώτισε, τὰς ἐκκλησίας πάσας παρέλαβε, τεσσαράκοντα ἔτη καὶ μικρόν τι πρὸς κατα σχόντων αὐτὰς τῶν Ἀρειανῶν. Τῷ εʹ ἔτει Θεοδοσίου ἐν Ἀντιοχείᾳ ἔτεκε γυνὴ ἐν ταυτῷ παιδία τέσσαρα ἀῤῥενικά· ἐπέζησε δὲ μῆνας δύο, καὶ ἀπέθανεν ἓν ἐπὶ ἐνὶ τὰ τέσσαρα. [Ρ ὅΙ] Τῷ ϛʹ ἔτει ἡ μεγάλη καὶ οἰκουμενικὴ ἀγία δευτέρα σύνοδος τῶν ἑκατὸν πεντήκοντα ὀρθοδόξων ἐπισκόπων ἐν Κωνσταντινουπόλει συνηθροίσθη πρὸς βεβαίωσιν τῶν ἐν Νικαίᾳ δογματισθέντων καὶ κατὰ Μακεδονίου τοῦ Πνευματομάχου· ὑπῆρχον δὲ Τιμόθεος Ἀλεξανδρείας, Μελέτιος Ἀντιοχείας, Κύριλλος Ἱεροσολύμων, καὶ Γρηγόριος ὁ Θεόλογος. Ἀναθεματίζεται δὲ Μακεδόνιος κατὰ τοῦ ἁγίου Πνεύματος βλασφημῶν, καὶ σὺν αὐτῷ Σαβέλλιος καὶ Ἀπολινάριος, ἕτι δὲ Ἄρειος καὶ Εὐσέβιος ὁ Νικομηδείας Εὐζώτός τε καὶ Ἀκάκιος, Θέογνις καὶ Εὐφρόνιος καὶ οἱ λοιποὶ αἱρετικοί. Ἀπέχει δὲ ἡ δευτέρα σύνοδος ἀπὸ τῆς πρώτης ἔτη ξʹ. Γρηγορίῳ δὲ τῷ Θεολόγῳ τὴν ἐπισκοπὴν Κωνσταντινουπόλεως ἡ σύνοδος ἐκύρωσεν ὡς πολλὰ καμόντι καὶ τῆς λώβης τῶν αἱρέσεων τὴν Ἐκκλησίαν ἐλευθερώσαντι. Τινὰς δὲ τῶν ἐξ Αἰγύπτου μαθὼν ὁ μακαριώτατος τῷ πράγματι Κφθονήσαντας, τὸν συντακτήριον ἐπιδειξάμενος λόγον ἑκουσίως τοῦ θρόνου τῆς βασιλίδος ὑπεχώρησε, δύο χρόνους μόνον ταύτης ἐπισκοπήσας. Νεκτάριον ὁ βασιλεὺς καὶ ἡ σύνοδος προχειρίζονται, ἀβάπτιστον ἕως τότε τυγχάνοντα. Προσέθηκε δὲ τῷ συμβόλῳ καὶ τὴν θεολογίαν τοῦ Πνεύματος. Ἐξέθετο

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
