# Compendium Historiarum 1.31

Georgius Cedrenus, Compendium Historiarum, 1.31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.31
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.31

καὶ ὁ πύργος ἐπὶ χρόνοις τεσσαράκοντα τρισίν Ἦο δὲ Νεβρὼδ υἱὸς μὲν τοῦ λἀμ, ἔκγονος δὲ Ἐνώχ. Ἐκαλεῖτο δὲ ὁ Νεβρὼδ καὶ Εὐήχιος. Ἴσαν δὲ τὰ πάντα τῶν οἰκοδομούντων ἔθνη ἑβδομήκοντα, φωνὴ δὲ αὐτοῖς πᾶσιν ὑπῆρχε μία. Νεβρώδ δὲ αὐτοῖς ὁ νίτας ὁ τοῦ Αἰθίοπος Χοῦς υἱὸς, εἰς βρῶσιν ἀγρεύων ἐχορήγει ζῶα. Ὁ δὲ τοῦ Σάλα υἱὸς Ἕβερ ἐγκεχείριστο τὴν οἰκοδομὴν ἔτει γʹ. Εἶτα τῶν γλωσσῶν συγχυθεισῶν ὑπὸ τοῦ Θεοῦ καὶ πάντων διασκορπισθέντων, αὐτὸς ὁ Νεβρὼδ ἐκεῖ κατῴκει μὴ ἀφιστάμενος τοῦ πύργου, μερικοῦ τινος πλήθους βασιλεύων· ἐφ´ ὃν ὁ πύργος ἀνέμῳ βιαίῳ, ὡς ἱστοροῦσί τινες καὶ αὐτὸς Ἰώσηπος, καταπεσὼν συνετρίβη, καὶ θεία κρίσει τοῦτον ἐπάταξεν. Αὕτη πρώτη βασιλεία ἐπὶ τῆς γῆς, ἀφ´ οὗ ἐπλάσθη ὁ Ἀδὰμ, γέγονεν· οἱ δὲ λέγοντες καὶ ἄλλαγεγονέναι ψεύδονται. Ἐκ τούτου γεννᾶται Ἀσσοὺρ. ὃς οἰκοδομεῖ τὴν Νινευὶ καὶ τὴν Ῥοβὼθ καὶ τὴν Χάλαχ τὰς πόλεις. Καὶ φανερόν ἐστιν ὅτι μετὰ χλʹ ἔτη τοῦ κατακλυσμοῦ γέγονεν ἡ ἀρχὴ τῆς βασιλείας

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
