# Compendium Historiarum 1.314

Georgius Cedrenus, Compendium Historiarum, 1.314. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.314
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.314

ὑποκείμενα Ῥωμαϊκὰ γράμματα δηλοῦσι παῦτα, τὸ Κ κιβιτάτες, τὸ Ο ὄμνις, τὸ Ν νόστραι, τὸ Ο ὀβέδιαντ, τὸ Β βενερατιόνι, τουτέστιν, Αἰ πόλεις πᾶσαι τῇ ἡμετέρᾳ πειθαρχείτωσαν προσκυνήσει Ὅτι ὁ εἰς τὰ Πιττάκια κίων στήλην ἔχει Λέοντος τοῦ τῆς Βηρίνης ἀνδρός. Ὅτι ἐν τῷ στρατηγίῳ ἐστὶν ὁ τρίπους Ἑκάτης καὶ ὁ μέγας Κωνσταντῖνος ἔφιππος, φέρων σταυρόν. Ὅτι τῆς χαλκῆς τὸν λαμπρὸν δόμον Αἰθέριος ἵδρυσεν ὁ μηχανουργὸς καὶ σοφὸς Ἀναστάσιος βουληφόρος. Ὁτι ἐπάνω τῆς τοῦ μιλίου ἁψῖδος ἴστανται στῆλαι δύο, τοῦ τε μεγάλου Κωνσταντίνου καὶ τῆς μητρὸς αὐτοῦ, μέσον ἔχουσαι σταυρὸν, ὄπισθεν δὲ Τραῖα ὸς ἔφιππος, ἔχων σύνεγγυς τὸν Αἴλιον Ἀδριανὸν ἱππότην, Ὅτι ἐν τοῖς Λαύσου ἦσαν οἰκήματα παμποίκιλα καὶ ξενοδοχεῖά τινα, ὅπου ἡ φιλόξενος ἐχορήγει τὸ ὕδωρ, ἔνθα ἔσχε τὴν κλῆσιν. Ἵστατο δὲ καὶ τὸ ἄγαλμα τῆς Λινδίας Ἀθηνᾶς τετράπηχυ ἐκ λίθου Κσμαράγδου, ἔργον Σκύλλιδος καὶ Διποίνου τῶν ἀγαλματουργῶν, ὅπερ ποτὲ δῶρον ἔπεμψε Σέσωστρις Αἰγύπτου τύραννος Κλεοβούλῳ τῷ Λινδίῳ τυράννῳ. Καὶ ἡ Κνιδία Ἀφροδίτη ἐκ λίθου λευκῆς, γυμνὴ, Κμόνην τὴν αἰδὼ τῇ χειρὶ περιστέλλουσα, ἔργον τοῦ Κνιδίου Πραξιτέλους. Καὶ ἡ Σαμία Ἥρα, ἔργον Λυσίππου καὶ Βουπάλου τοῦ Χίου. Καὶ Ἔρως τόξον ἔχων, πτερωτὸς, Μυνδόθεν ἀφικόμενος. Καὶ ὁ ειδίου ἐλεφάντινος Ζεὺς, ὃν Περικλῆς ἀνέθηκεν εἰς νεὼν Ὀλυμπίων. Καὶ τὸ τὸν Χρόνον μιμούμενον ἄγαλμα, ἔργον Λυσίππου, ὄπισθεν μὲν φαλακρὸν, ἔμπροσθεν δὲ κομῶν. Καὶ μονοκέρωτες καὶ τίγριδες καὶ γῦπες καὶ καμηλοπαρδάλεις ταυρελέφας τε καὶ Κένταυροι καὶ Πᾶνες. Ὅτι ἐν τῇ πρὸς ἀνατολὴν ἀψῖδι τοῦ φόρου ὁ μέγας ἵδρυται Κωνσταντῖνος μετὰ τῆς μητρὸς αὐτοῦ, μέσον ἔχοντες σταυρόν. Ὅτι ἐν τῷ φόρῳ ὁ πορφυροῦς κίων παρ´ αὐτοῦ ἥρασται, καὶ ἡ στήλη αὐτοῦ ἐστιν, ἐν ᾐ γεγραμμένοι εἰσὶ στίχοι τέσσαρες· Σὺ, Χριστὲ κόσμου κοίρανος καὶ Δεσπότης. Σοὶ νῦν προσλῖξαδ τήνδε σὴν δούλην πόλιν Καὶ σκῆπερα τάδε καὶ τὸ τῆς Ῥώμης κράτος. Φψλαττε ταύτην σῶζέ τ´ ἐκ πάσης βλάόης.

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
