# Compendium Historiarum 1.32

Georgius Cedrenus, Compendium Historiarum, 1.32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.32
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.32

[Ρ.ό] Χαλδαίων ἤτοι Βαβυλωνίων διὰ Νεβρώδ. φασὶ δὲ ὅτι μόνος ὁ Ἕβερ ὁ τοῦ Φάλεκ πατὴρ οὐ συνέθετο τῇ πράξει τῆς πυργοποιίας· διὸ καὶ, τῆς τῶν ἄλλων φωνῆς συγχεθείσης, ἡ τοῦ Ἔβερ οὐκ ἀπώλετο. Αὔτη δέ ἐστιν ᾗ καὶ Ἀδὰμ ἐλάλει· καὶ ταύτην οἱ τοῦτον διαδεξάμενοι ἀπόγονοι πατρωνυμικῶς ἑαυτοὺς Ἑβραίους προσηγόρευσαν καὶ Ἑβραΐδα τὴν φωνὴν ἐκάλεσαν. Τεκμήριον δὲ ταύτην εἶναι τὴν πρὸ τῆς συγχύσεως φωνὴν τὰ τῶν παλαιῶν ὁνόματα· ἐφ´ ὧν γὰρ κατ´ οὐδεμίαν γλῶσσάν ἐστι τὸ σημαινόμενον ἐπιλύσασθαι, κατ´ αὐτὴν τὸ ζητούμενον ἑρμηνεύεται· οἷον Ἀδὰμ καθ´ ἑτέραν μὲν οὐδεμίαν φωνὴν τὸ δηλούμενον εὐρίσκεται, κατὰ δὲ ταύτην ἄνθρωπος ἑρμηνεύεται· καὶ ἡ τοῦ Νῶε προσηγορία δικαιοσύνην σημαίνει, καὶ Χοὺς Αἰθίοψ, καὶ Μεστρὲμ Αἴγυπτος, καὶ Φαλὲκ μερισμὸς, καὶ Βαβυλὼν σύγχυσις. Ὅτι μετὰ τὸν κατακλυσμὸν ἕως τῆς διασπορᾶς μόνοι οἱ τρεῖς ἡγήσαντο τῶν πολλῶν εὐσεβῶς, Νῶε, Σὴμ καὶ Ἀρφαξὰδ ὁ υἱὸς τοῦ Σὴμ, ἔτη φλδʹ. Τοῦ δὲ κόσμου ἔτος ἦν βψος.· τῷ γὰρ βφίβʹ ἔτει καὶ Νῶε ὁ δίκαιος ἐκοιμήθη, ὢν ἐτῶν ἐννακοσίων πεντήκοντα. Τῶν δὲ φλδ´ χρόνων ὁ ἀριθμὸς οὗτος· Νῶε τὰ μετὰ τὸν κατακλυσμὸν ἔτη τν, Σὴμ ἔτη ρνʹ, καὶ Ἀρφαξὰδ ἕτη λγʹ· ὁμοῦ ἔτη φλγʹ, τῆς ἀρχῆς τῶν ἄλλων ἐν τῷ τετάρτῳ χρόνῳ λαμβανομένης. Συγγραφεῖς δὲ τῶν Αἰγυπτίων καὶ Χαλδαίων οὗτοι· Μάνεθος ὁ τὴν τῶν Αἰγυπτίων ποιησάμενος συγγραφὴν, Βηροσσὸς ὁ τὰ Χαλδαϊκὰ συναγαγὼν, Μῶχός τε καὶ Ἑστιαῖος καὶ πρὸς τούτοις Αἰγύπτιος Ἱερώνυμος. Οἱ δὲ τὰ Φοινικὰ συγγραψάμενοι Ἡσίοδός τε καὶ Ἑκαταῖος, Ἑλλάνικος καὶ Ἀκουσίλαος, Ἔφορός τε καὶ Νικόλαος. Τῷ βφορ´ ἔτει τοῦ κόσμου, ἐνακοσιοστῷ τριακοστῷ ἕτει τοῦ Νῶε, κατὰ θεῖον δηλονότι χρησμὸν ἐμέρισε Νῶε τοῖς τρισὶν υἱοῖς αὐτοῦ τὴν γῆν οὕτω· Σὴμ τῷ πρωτοτόκῳ αὐτοῦ υἱῷ, ἄγοντι ἔτος τετρακοσιοστὸν τριακοστὸν πρῶτον, ἔδωκεν ἀπὸ Περσίδος καὶ Βάκτρων ἕως Ἰνέικῆς μῆκος, πλάτος δὲ ἀπὸ Ἰνδικῆς ἕως Ῥινοκουρούρων τῆς Αἰγύπτου, ἤτοι τὰ ἀπὸ ἀνατολῆς ἕως μέρους τῆς μεσημβρίας, τήν τε Συρίαν, ἡ καὶ Ἰουδαία λέγεται(καὶ γὰρ καὶ οἱ παλαιοὶ Σύρους τοὺς Παλαιστηνοὺς ὡνόμαζον), καὶ Μηδίαν, καὶ ποταμὸν διορίζοντα αὐτοῦ τὰ ὁρία τὸν Εὐφράτην. Χἀμ δὲ τῷ δευτέρῳ αὐτοῦ υἱῷ, ἄγοντι ἔτος υζʹ, ἔδωκε τὴν πρὸς νότον καὶ λίβαν καὶ μέρος τῆς δύσεως ἀπὸ Ῥινοκουρούρων τῆς Αἰγύπτου, Αἰθιοπίαν

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
