# Compendium Historiarum 1.320

Georgius Cedrenus, Compendium Historiarum, 1.320. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.320
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.320

δὲ πολλοῦ συῤῥαγέντος κατά τε γῆν καὶ θά λασσαν ἀπώλετο σὺν τοῖς ἑαυτοῦ στρατεύμασι. Τοῦ δὲ Χρυσοστόμου τὰ τῆς ὁρθοδόξου Ἐκκλησίας ἰθύνοντος προσῆλθεν αὐτῳ τις τῆς τῶν Μακεδονιανῶν αἱρέσεως μετανοήσας. Παραινέσας δὲ καὶ τῇ ἰδίᾳ γαμετῇ ἐπιστρέψαι καὶ μετανοῆσαι καὶ κοινωνῆσαι, μόλις ὡς δῆθεν ἔπεισεν. Ἡ δὲ δοῦσα τῇ παιδίσκῃ κοινωνίαν τῶν Μακεδονιανῶν ἐκέλευσεν ἔχειν μεθ´ ἑαυτῆς. Καὶ δὴ προσελθοῦσα τῷ Χρυσοστόμῳ, καὶ δεξαμένη τὴν ἁγίαν κοινωνίαν ἐκ τῶν χειρῶν αὐτοῦ, ὑποκριθεῖσα ταύτης μεταλαμβάνειν δέδωκε τῇ παιδίσκῃ, καὶ τὴν τῶν Μακεδονιανῶν λαβοῦσα προσάγει τῷ στόματι, καὶ εὐρίσκει αὐτὴν λίθον γεγονυῖαν. Φρίξασα οὗν προσπίπτει τῷ ἁγίῳ ὑπότρομος, ἐξαγορεύουσα τὸ τόλμημα καὶ εἰλικρινῶς προσερχομένη τῇ ἐκκλησίᾳ. Κύριλλος δὲ ὁ ἁγιώτατος Ἀλεξανδρείας ἀρχιεπίσκοπος ἀνεψιὸς ἦν Θεοφίλου κατὰ σάρκα. Ἔως δὲ χρόνων τινῶν καὶ αὐτὸς προλήψει δουλεύων ὡς ἄνθρωπος, καὶ τῷ Θεοφίλῳ ὡς θείῳ ἐπακολουθῶν,, πονηρὰ κατὰ τοῦ Χρυσοστόμου ἐφρόνει τε καὶ ἐφθέγγετο· ἐπειδὴ δὲ ζῆλος ἦν, εἰ καὶ μὴ κατ´ ἐπίγνωσιν, οὐ φθόνος δὲ οὐδ´ ἔνστασις διαβολικὴ τὸ μαχόμενον, διὰ τοῦτο ἄξιος διορθώσεως ἐκρίθη ἀποκαλύψει τινὶ μυστικῇ, ἐν ᾗ ἐδόκει εὐρεθῆναι ἔν τινι φοβερῷ καὶ περικαλλεῖ τόπῳ, ἐν ᾧ πλήθη ἁγίων ἀγγέλων παρειστήκεσαν τῇ Θεομήτορι, σύνεγγυς δὲ ταύτης τὸν μέγαν Χρυσόστομον. Ἔνθα δὲ πειραθέντα Κύριλλον πλησιάσαι ἐξωθεῖσθαι προστάξει τοῦ Ἰωάννου, τὴν μητέρα δὲ τοῦ Κυρίου πρεσβεύουσαν ὑπὲρ αὐτοῦ καὶ παραδεχθῆναι ἀξιοῦσαν, ὡς οὐκ ὀλίγα ὑπὲρ τῆς δόξης αὐτῆς πεποιηκότος εἰς τὸ Θεοτόκον αὐτὴν ὀνομάζεσθαι. Εἰς ἑαυτὸν δὲ ὁ ἐερὸς Κύριλλος γενόμενος κατέγνω μὲν ἑαυτοῦ, τοῖς δὲ τοῦ Χρυσοστόμου ἑπόμενος πᾶσι καὶ δώδεκα κεφάλαια ἐξέθετο δογματικὰ καὶ Νεστορίῳ ἔπεμψεν ἐν Κωνσταντινουπόλει. Ὥν ἐκεῖνος καταφρονήσας τὴν κατ´ αὐτοῦ τρίτην σύνοδον γενέσθαι παρεσκεύασεν. Ἀρσένιος δὲ ὁ μέγας τῶν τοῦ κόσμου πάντων καταφρονήσας καὶ τοῦ κόσμου ἀναχωρήσας τὴν θείαν φιλοσοφίαν ἐν Αίγύπτῳ μετήρχετο ἐν μοναδικῷ σχήματι. Τῷ ιʹ ἔτει Ἀρκαδίου ἡ πρώτη ἐξορία τοῦ Χρυσοστόμου γέγονεν, ἀφ´ ἡς ὑποστρέφει ἑξήκοντα ἐπισκόπων συνελθόντων καὶ ἄκυρα πάντα τὰ κατὰ τοῦ θείου Ἰωάννου παρὰ τοῦ Θεοφίλου καὶ [Β. ὅὰθ τῶν σὺν αὐτῷ ποιησάντων δικαίως. Τῷ δὲ ια´ καὶ ιβʹ ἔτει πάλιν τὰ κατὰ τῆς ἐπιβουλῆς αὔξει τοῦ Χρυσοστόμου. Ἐν δὲ τῷ ἰγʹ, ὅτε καὶ τὸν λόγον ἐποίησεν οὗ ἡ ἀρχή· «Πάλιν Ἡρωδιὰς μαίνεται,» τότε ἔχθρα τελεία τῆς βασιλίσσης κατ´ αὐτοῦ γίνεται, καὶ πάλιν καθαίρεσις καὶ ἐξορία εἰς Κουκουσὸν, ἐκεῖθεν εἰς Πιτυοῦντα· καὶ γενόμενος ἐν Κομάνοις τῆς Ἀρμενίας κατὰ πάροδον ἐτελειώθη ἐν Κυρίῳ. Ἄξιον δέ ἐστι μικρὸν ἐπαναλαβεῖν τῷ λόγῳ περὶ τοῦ ἀγίου Πατρὸς ἡμῶν

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
