# Compendium Historiarum 1.321

Georgius Cedrenus, Compendium Historiarum, 1.321. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.321
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.321

καὶ φωστῆρος τῆς οἰκουμένης Ἰωάννου τοῦ Χρυσοστόμου· ἴσως γὰρ τοῖς φιλοκάλοις οὐ δόξειε τοῦτο πάρεργον. Ὀκτωκαιδέκατον ἄγων τῆς ἡλικίας ἔτος, καταλι ὸυ τὴν διδάσκαλον αὐτοῦ Λιβάνιον τὸν σοφιστὴν, ὑπὸ τοῦ ἁγιωτάτου ἐπισκόπου Ἀντιοχείας Μελετίου βαπτισθεὶς χειροτονεῖται ἀναγνώστης. Καὶ παραμείνας τῇ ἐκκλησίᾳ ἔτη τρία ἀνεχώρησε, καὶ ἀπῆλθε πρός τινα μοναχὸν καὶ ἡγούμενον Καρτέριον τοὔνομα, καὶ αὐτῷ προσμείνας ἔτη τέσσαρα γίνεται ὑπ´ αὐτοῦ μοναχός. Καὶ τὰς θείας Γραφὰς ὑπ´ αὐτοῦ παιδευθεὶς καὶ τῆς μοναχικῆς πολιτείας τὴν ἀκρίβειαν, χρόνον τινὰ ἀνεχώρησεν ἐν σπηλαίῳ μόνος ἔτη δύο, ποθῶν τὴν ἡσυχίαν. Μὴ ἀναπεσὼν δὲ τὸν διετῆ χρόνον, μὴ νύκτωρ, μὴ μεθ´ ἡμέραν, νεκροῦται τὰ ὑπογάστρια, πληγεὶς ἀπὸ τοῦ κρύους τὰς περὶ τοὺς νεφροὺς δυνάμεις. Μὴ ἐπαρκῶν δὲ ἑαυτῷ χρησιμεύειν πάλιν καταλαμβάνει τὴν ἐκκλησίαν ἐκ θείας προμηθείας εἰς πολλῶν σωτηρίαν. Ἐντεῦθεν χειροτονεῖται διάκονος ὑπὸ τοῦ θείου Μελετίου, ὑπηρετήσας τῷ θυσιαστηρίῳ τρία ἔτη. Ἡδη δὲ τῆς διδασκαλικῆς αὐτοῦ ἀρετῆς διαλαμπούσης πρεσβύτερος χειροτονεῖται διὰ Φλαβιανοῦ τοῦ ἐπισκόπου, καὶ τέσσαρα ἔτη διαπρέψας ἐν τῇ ἐκκλησίᾳ Ἀντιοχείας ἀποσεμνύνει τὸ ἐκεῖσε ἱερατεῖον τῇ τοῦ βίου ἀρετῆ. Ἡν γὰρ ἀσκητὴς ἄκρως καὶ πολυάγρυπνος καὶ φιλήσυχος λίαν καὶ διὰ ζῆλον σωφροσύνης εὐπαῤῥησίαστος καὶ ἀκρόχολος, καὶ θυμῷ μᾶλλον ἢ αἰδοῖ ἐχαρίζετο, ἐλευθεροστομίᾳ τε πρὸς τοὺς ἐντυγχάνοντας ἀμέτρως ἐκέχρητο. Καὶ ἐν μὲν τῷ διδάσκειν πολὺς ἦν πρὸς ὡφέλειαν, ἐν δὲ ταῖς συντυχίαις ἀλαζονικός τις καὶ ὑπερόπτης ἐνομίζετο τοῖς αὐτὸν ἀγνοοῦσι. Διὸ καὶ ἐπὶ τὴν ἐπισκοπὴν προβληθεὶς μείζονι δφρύ? κατὰ τῶν ὑπηκόων ἐκέχρητο, πρὸς διόρυωσιν ἑκάστου καὶ σωτηρίαν καὶ τοὺς τρόπους καὶ τοὺς λόγους μεταλλάττων. Οὐ τοίνυν, εἰ μή τις εἴη κόλαξ, τοῦτον ἀλαζόνα εἶναι νομίζει· οὐδ´ αὖ πάλιν, εἰ κόλαξ εἴη καὶ ἀγεννὴς, τοῦτον μετριόφρονα καλέσει, ἀλλὰ τὸν ἐν προσηκούσῃ τάξει τοῖς ἐλευθέροις πρεπούσῃ ἑαυτὸν φυλάττοντα. Μεγαλόψυχον γὰρ εἰναι προσήκει, οὐχ ὑπερήφανον, ἀνδρεῖον, οὐ θρασὺν, [Ρ. ὅθ] ἐπιεικῆ, οὐ δουλοπρεπῆ, μετριόφρονα, οὐ ταπεινοφροσύνην ὑποκρινόμενον, ἐλευθέριον, οὐκ ἀνδραποδώδη, ὥσπερ δὴ καὶ αὐτὸς οὕτος ὁ Χρυσόστομος λέγει. Διὰ τοῦτο ποικίλον εἶναι δεῖ τὸν ποιμένα καὶ διδάσκαλον. Ποικίλον δὲ λέγω, οὐχ ὕπουλον οὐδὲ κόλακα καὶ ὑβριστὴν, ἀλλὰ πολλῆς ἐλευθερίας καὶ παῤῥησίας ἀνάμεστον, εἰδότα καὶ συγκατιέναι χρησίμως, ὅταν ἡ τῶν πραγμάτων ὑπόθεσις ἀπαιτῇ τοῦτο, καὶ χρηστὸν εἶναι ὁμοῦ καὶ αὐστηρόν. Οὐ γὰρ ἑνὶ τρόπῳ χρῆσθαι τοῖς ἀρχομένοις ἅπασι δέον, ἐπεὶ μηδὲ ἰατρῶν παισὶν ἑνὶ φαρμάκῳ πᾶσι τοῖς κάμνουσι προσφέρεσθαι καλὸν, μηδὲ κυβερνήταις μίαν ὁδὸν εἰλέναι τῆς πρὸς τὰ πνεύματα μάχης. Ἐννόησον οὖν ὁποῖόν τινα εἶναι χρὴ τὸν μέλλοντα πρὸς χειμῶνα τοσοῦτον ἀνθέξειν καὶ τοιαύτην ζάλην καὶ

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
