# Compendium Historiarum 1.332

Georgius Cedrenus, Compendium Historiarum, 1.332. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.332
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.332

περιβαλεῖν τῷ τραχήλῳ, καὶ τῷ λσηὲ γυναῖκα πόρνην λαβεῖν καὶ πάλιν ἀγαπῆσαι πονηρὰν γυναῖκα καὶ μοιχαλίδα, καὶ τὸν Ἐζεκιὴλ ἐπὶ τοῦ δεξιοῦ πλευροῦ ἡμέρας μʹ καὶ ἐπὶ τοῦ ἀριστεροῦ ρν´ κατακλιθῆναι, καὶ αὖθις διορύξαι τὸν τοῖχον καὶ φυγεῖν, καὶ αἰχμαλωσίαν ἑαυτῷ διαγράψαι, καὶ ἄλλοτε δὲ ξίφος εἰς ἀκμὴν παραθῆξαι καὶ ξύρασθαι τούτῳ τὴν κεφαλὴν καὶ τετραχῆ τὰς τρίχας διελεῖν. Καὶ ἵνα μὴ πάντα λέγω, γίνεσθαι τούτων ἕκαστον προσέταττεν ὁ τῶν λόγων πρύτανις τοὺς λόγῳ μὴ πειθομένους τῷ τῆς θεωρίας παραδόξῳ συλλέγων. Τὸ γὰρ καινὸν τοῦ θεάματος ἐνέχυρον ἀξιόχρεων γίνεται τοῦ διδάγματος. Καθάπερ γὰρ εἰς λυχνίαν τεθεὶς ὁ φανότατος οὗτος λύχνος, ὁ μέγας δηλαδὴ Συμεὼν, ἡλίου δίκην πάντοθεν τὰς ἀκτῖνας ἐξέπεμψε, καὶ ἦν ἰδεῖν Ἴβηρας καὶ Ἀρμενίους καὶ Πέρσας καὶ Ἰσμαηλίτας ὁσημέραι ἀφικνουμένους καὶ τοῦ θείου βαπτίσματος ἀπολαύοντας. Τοσαύτην οὖν τὴν χάριν ὁ θαυμάσιος εἰς [. ὅὲΙ] πάντα τὰ ἔθνη ἐξέπεμψεν ὥστε τὰ τῶν πατρῴων θεῶν εἴδωλα πρὸ τοῦ κίονος ἐκείνου τοῦ βείου ἄγοντας συντρίβειν, τὴν δὲ καθαρὰν καὶ ἀμώμητον ἡμῶν τῶν Χριστιανῶν πίστιν ὑπὸ τοῦ μεγάλουΣυμεῶνος ἐκπαιδεύεσθαι, διὰ πολλῶν θαυμάτων καὶ μεγίστων τεραστίων τούτους ἐνάγων εἰς τὴν τοῦ Χριστοῦ πολιτείαν. Εἰκότως οὖν ἔλεγεν ὁ Κύριος· Ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ἐγὼ ποιῷ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει· ὃς τῇ τοῦ ἁγίου Πνεύματος αἴγλῃ καταλαμπόμενος καὶ πανταχοῦ τὰς τῆς χάριτος ἀκτῖνας ἐκπέμπων κατὰ τὸν μέγαν Βασίλειον. Φησὶ γάρ· Ὦσπερ τὰ λαμπρὰ καὶ διαφανῆ τῶν σωμάτων ἀκτῖνος αὐτοῖς ἐμπεσούσης αὐτά τε γίνεται περιλαμπῆ καὶ ἑτέραν αὐγὴν ἀποστίλβει, οὕτως αἱ πνευματοφόροι ψυχαὶ ἐλλαμφθεῖσαι παρὰ τοῦ Πνεύματος αὐταί τε ἀποτελοῦνται πνευματικαὶ καὶ εἰς ἑτέρους τὴν χάριν ἐξαποστέλλουσιν. Ἐντεῦθεν μελλόντων πρόγνωσις, μυστηρίων σύνεσις, κεκρυμμένων κατάληψις, χαρισμάτων διανομὴ, τὸ οὐράνιον πολίτευμα, ἡ μετ´ ἀγγέλων χορεῖαι ἡ ἀτελεύτητος εὐφροσύνη, ἡ ἐν Θεῷ διαμονὴ, ἡ πρὸς Θεὸν ὁμοίωσις, τὸ ἀκρότατον τῶν ὀρεκτῶν, Θεὸν γενέσθαι κατὰ χάριν. Μετά τινα δὲ καιρὸν ὁ θεῖος Δανιὴλ ὁ ἐν τῷ Ἀνάπλῳ, θεασάμενος τὸν μέγαν Συμεώνην καὶ θείου ζήλου πλησθεὶς τὴν καρδίαν, ἐλθὼν ἐν τῷ Ἀνάπλῳ ἐπέβη καὶ αὐτὸς τῷ στύλῳ, πολλῶν καὶ μεγίστων θαυμάτων αὐτουργὸς γενόμενος, διήρκεσε δὲ ἐν τῷ κίονι ἄχρι τοῦ τετάρτου ἔτους τοῦ βασιλέως Λέοντος τοῦ Μεγάλου, καὶ οὕτως πρὸς Κύριον ἐξεδήμησε πλής ρης ἀγαθῶν ἔργων. Τῷ κϛʹ ἔτει παρεγένετο Οὐαλεντινιανὸς ἀπὸ Ῥώμης ἐν Κωνσταντινουπόλει, καὶ ἔγημε γυναῖκα τὴν θυγατέρα Θεοδοσίου τοῦ βασιλέως Εὐδοξίαν, τὴν ἐξ Εὐδοκίας γεννηθεῖσαν αὐτῷ, καὶ πάλιν ἐπανῆλθεν ἐν Ῥώμῃ. Κῦρος ἔπαρχος τῆς πόλεως, ἀνὴρ σοφώατος καὶ ἱκανὸς, καταλύσας τὸ χερσαῖον τεῖχος Κωνσταντινουπόλεως καὶ προσθεὶς ἄλλα διαστήματα

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
