# Compendium Historiarum 1.340

Georgius Cedrenus, Compendium Historiarum, 1.340. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.340
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.340

εύθὺς ἐτελεύτησεν ὁ κληρικός. Τῷ δ´ αὐτῷ ἔτει Στούδιος τὸν ναὸν ἔκτισε τοῦ Ἀγίου Ἰωάννου τοῦ Βαπτιστοῦ, καὶ μοναχοὺς ἐκ τῆς μονῆς τῶν Ἀκοιμήτων ἐν αὐτῷ κατέστησε. Τῷ ζʹ ἔτει Λέων ὁ βασιλεὺς Ζήνωνα τὸν γαμβρὸν αὐτοῦ στρατηγὸν τῆς Ἐῴας ἁπάσης πεποίηκε. Πέτρος δὲ Κναφεὺς ἀκολουθῶν Ζήνωνι, πρεσβύτερος ὧν τοῦ ἐν Χαλκηδόνι ναοῦ Βάσσης τῆς μάρτυρος καὶ τὰ τοῦ Ἀπολιναρίου φρονῶν, μυρίους θορύβους ἥγειρε κατὰ τῆς πίστεως, καὶ ἀναθεματίζει τοὺς μὴ λέγοντας τὸν Θεὸν σταυρωθῆναι, Καὶ σχίσας τὸν λαὸν Ἀντιοχείας προστίθησιν ἐν τῷ τρισαγίῳ ὕμνῳ τὸ, Ὁ σταυρωθεὶς δι´ ἡμᾶς· ὅπερ ἕως σήμερον παρὰ τοῖς Θεοπασχίταις ἐκράτησε. Μαρτυρίου δὲ τοῦ Ἀντιοχείας τῷ θρόνῳ ἀποταξαμένου, καὶ λέγοντος· Κλήρῳ ἀνυποτάκτῳ καὶ λαῷ ἀπειθεῖ καὶ Ἐκκλησίᾳ ῥερυπωμένῃ ἀποτάσσομαι, φυλάττων ἐμαυτῶ τὸ τῆς ἱερωσύνης ἀξίωμα, Πέτρος ὁ Κναφεὺς τῷ θρόνῳ ἐπιπηδᾷ. Τὴν δὲ κατ´ αὐτοῦ ἐξορίαν ἀκούσας φεύγει, καὶ Ἰουλιανὸς ἐπίσκοπος Ἀντιοχείας προχειρίζεται, Τῷ αὐτῷ ἔτει ὁ ὅσιος Γεράσιμος ἐν ταῖς τοῦ Ἰορδάνου ὄχθαις ἀρεταῖς καὶ τέρασι περιβόητος ἐγένετο. Καὶ ἄφιξις τοῦ ἀναχωρητοῦ Κυριακοῦ ἐν Ἰεροσολύμοις, ὃς ἔζησεν ἔτη ρζʹ. Τῶ δ´ αὐτῷ ἔτει Κμετετέθη ὁ προφήτης Ἐλισσαῖος ἐν Ἀλεξανδρείᾳ, ἐν τῆς μονῇ Παύλου τοῦ λεπροῦ· λεπρὸν γὰρ ἰάσατο καὶ λεπρὸν ἐποίησε καὶ εἰς τοῦ λεπροῦ ἐτέθη. Τῷ ηʹ ἔτει Δανιὴλ ὁ Στυλίτης ἐν τῷ Ἀνάπλῳ τῷ στύλῳ ἐπέβη, καὶ Ἄνθιμος καὶ Τιμοκλῆς οἱ τῶν τροπαρίων ποιηταὶ ἐγνωρίζοντο. Τῷ θʹ ἕτει σημεῖον ἐφάνη ἐν τῷ οὐρανῷ νεφέλη ὥσπερ σάλπιγγος ἐκτύπωμα ἔχουσα, ἐπὶ ἡμέρας τεσσαράκοντα, καθ´ ἑσπέραν. Τῷ μ ἔτει Ἰσοκάσιος ὁ κοιαίστωρ Ἀντιοχείας, ὁ καὶ φιλόσοφος, διεβλήθη τῷ βασιλεῖ ὡς Ἔλλην· καὶ ἐκέλευσεν ἐξετασθῆναι αὐτὸν παρὰ τῷ ἐπάρχῳ Κωνσταντινουπόλεως. Ἀχθέντος δὲ αὐτοῦ δεδεμένου ὀπισθάγκωνα ἔφη πρὸς αὐτὸν Ποσαῖος ὁ ἔπαρχος· Ὁρᾷς, Ἰσοκάσιε, ἐν ποίῳ σχήματι καθέστηκας; Ὁ δὲ εἶπεν· Ὁρῶ, καὶ οὐ ξενίζομαι· ἄνθρωπος γὰρ ὤν ἀνθρωπίναις περιέπεσον συμφοραῖς. Ἀλλὰ δίκασον ἐπ´ ἐμοὶ, ὡς ἐδίκαζες σὺν ἐμοί. Ταῦτα ἀκούσας ὁ δῆμος εὐφήμησε τὸν βασιλέα· καὶ μαθὼν ὁ βασιλεὺς ἐχάρη, καὶ ἀπέλυσεν αὐτὸν εἰς τὴν ἰδίαν χώραν. Τῷ ιβʹ ἔτει Λέων ὁ βασιλεὺς κατὰ Γιζερίκου τοῦ τῶν Ἄφρων κρατοῦντος καὶ πολλὰ τῶν Ῥωμαίων

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
