# Compendium Historiarum 1.342

Georgius Cedrenus, Compendium Historiarum, 1.342. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.342
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.342

ματισμὸν γαστρὸς ὑποστάντος καὶ δεινοῖς κέντροις τὰ ἔνδον ἐλαυνομένου, ἤλεγξε τὸ πάθος τὴν ἱατρικὴν τέχνην ἐν κινδύνοις ἄπρακτον ὑπάρχειν. Καθεζομένου γὰρ αὐτοῦ ἐπὶ τῆς ἀμίδος, κἄν τε οπισθεν αὐτοῦ ἦν τὸ ἐκ τοῦ πυρὸς φῶς κἄν τε ἔμπροσθεν, διὰ τῆς γαστρὸς καὶ τοῦ νώτου ἐφαίνετο. Καὶ ἐπὶ τοσοῦτον κατισχνωθεὶς ἐτελεύτησε, καὶ ἐτέθη τὸ σῶμα αὐτοῦ ἐν λάρνακι πρασίνῳ ἐν τῷ ἡρῴῳ τοῦ Μεγάλου Κωνσταντίνου. Γυνὴ δὲ τούτου Βηρίνη, ἀδελφὴ Βασιλίσκου, ὃς τοῦ κατὰ Γιζερίχου σταλέντος μεγάλου στόλου ἐξῆρχε. Λέων ὁ Ζήνωνος υἱὸς καὶ Ἀριάδνης, νήπιος ἔτι ὢν, βασιλεὺς προχειρίζεται παρὰ τοῦ πάππου αὐτοῦ Μεγάλου Λέοντος· ὃς ἐβασίλευσεν[Ρ ὅὕί] ἔτος ἕν, καὶ στέψας τὸν ἴδιον πατέρα Ζήνωνα, Βηρίνης καὶ Ἀριάδνης συναραμένων αὐτῷ, ἐτελεύτησε. Ζήνων Ῥωμαίων βασιλεὺς ἔτη κζʹ μῆνας δʹ, αἱρετικὸς τῆς συγχυτικῆς αἱρέσεως τῶν Ἀκεφάλων. Ἐπὶ τούτου ἐκτίσθη τὸ Ἀμμώριον. Τούτου τῷ πρώτῳ ἔτει ἐν προοιμίοις Μεσοποταμίαν μὲν Σαρακηνοὶ, Θράκην δὲ κατέδραμον Οὐννοι, σφόδρα τοῖς πράγμασι κακῶς λυμαινομένου τοῦ βασιλέως, καὶ ἡδοναῖς ἀτόποις καὶ πράγμασι σχολάζοντος. Ἡν γὰρ ὁ Ζήνων τῆς κακίστης καὶ εἰδεχθοῦς γενεᾶς τῶν Ἰσαύρων, δασύς τε καὶ εἰδεχθέστατος, ὤσπερ Ἕλληνες ζωγραφοῦσι τὸν Πᾶνα τραγοσκελῆ καὶ δασύκνημον, τὴν χροιὰν μέλας, τὴν ἡλικίαν ἀσύμβλητος, ὀργίλος, μνησίκακος καὶ φθόνου μεστός. Γυνὴ δὲ τούτου Ἀριάδνη. Βασιλίσκος δὲ ὁ Βηρίνης ἀδελφὸς, ἐν Ἡρακλείᾳ διατρίβων τῆς Θρᾴκης, ἐστασίασε κατὰ Ζήνωνος· ὃν φοβηθεὶς ὁ Ζήνων σὺν Ἀριάδνῃ τῇ ἰδίᾳ γυναικὶ καὶ χρήμασιν ἱκανοῖς φεύγει εἰς Ἰσαυρίαν κατά τι φρούριον ὀχυρὸν Οὔβαρα καλούμενον. Βασιλίσκος δὲ ἐν τῷ κάμπῳ ἀνηγορεύθη βασιλεὺς, ΑΙάρκον τε τὸν υἱὸν Καίσαρα ἐποίησε., καὶ Ζηνωδίαν τὴν ἑαυτοῦ γαμετὴν Αὐγοῦσταν ἔστεψε, καὶ εὐθέως κατὰ τῆς πίστεως παρετάξατο. Τούτου δὲ ἀναγορευθέντος ὁ συμβὰς ἐμπρησμὸς κατὰ τὴν πόλιν τὸ ἀνθηρότατον μέρος διέφθειρεν· ἐν γὰρ τῷ μέσῳ τῶν Χαλκοπρατίων ἀρξάμενος αὐτάς τε ἀνάλωσεν ἄμφω τὰς στοὰς καὶ τὰ προσεχῆ πάντα, τήν τε καλουμένην βασιλικὴν, ἐν ᾖ ἀπέκειτο βιβλιοθήκη ἔχουσα βίβλους μυριάδας δώδεκα, μαθ´ ὧν βιβλίων καὶ τὸ τοῦ δράκοντος ἕτερον ποδῶν ἑκατὸν εἴκοσιν, ἐν ὧ ἦν γεγραμμένα τὰ τοῦ Ὁμήρου ποιήματα, ἤ τε Ἰλιὰς καὶ ἡ Ὀδύσσεια, χρυσέοις γράμμασι, μετὰ καὶ τῆς ἰστορίας τῆς τῶν ἡρώων πράξεως. Συνέφθειρε δὲ καὶ τῆς μέσης τῶν παλατίων ἑκατέρωθεν στοᾶς καὶ τῶν Λαύσου τὰ κάλλιστα ἀναθήματα· πολλὰ γὰρ τῶν ἀρχαίων ἀγαλμάτων αὐτόθι ἐνίδρυτο, τῆς Ἀφροδίτης τῆς ἐν Κνίδῳ τὸ περιβόητον, καὶ τὸ τῆς Σαμίας Ἥρας, καὶ τὸ τῆς Λινδίας Ἀθηνᾶς ἐξ ἄλλης ὕλης, ἣν Ἄμασις ὁ τῶν Αἰγυπτίων βασιλεὺς τῷ σοφῷ Κλεοβούλῳ ἀπέστειλε, καὶ ἄλλα μυρία. Ἐπέδραμε δὲ τὸ πῦρ καὶ μέχρι τοῦ καλουμένου φόρου τοῦ Μεγάλου Κωνσταντίνου. Διά τοι ταῦτα

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
