# Compendium Historiarum 1.35

Georgius Cedrenus, Compendium Historiarum, 1.35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.35
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.35

ἔτος Ἀβραὰμ ἔτη γτιβʹ. Καὶ μετὰ ἕτερα οεʹ ἔτη ἐξῆλθεν ἐκ Χαῤῥὰν, παροικήσας εἰς γῆν Χαναὰν τὴν νῦν Παλαιστίνην λεγομένην. Ὅτι ὁ φάλεκ πρὸ τοῦ πατρὸς αὐτοῦ Ἔβερ τελευτᾷ, συνάγεται δὲ τὰ πάντα ἔτη ἀπὸ τοῦ Ἀδὰμ ἐπὶ τὴν τοῦ Φάλεκ τελευτήν ἔτη τρισχίλια. Ἔνθεν ἀρχὴν τῶν Ἑλληνικῶν θεων λαμβάνουσι τὰ ὀνόματα Ἐγεννήθη δὲ ἐκ τῆς φυλῆς τοῦ Σὴμ ἀνὴρ ὄνομα Χοῦς Αἰθίοψ, ὃς ἐγέννησε τὸν Νεβρὼδ τὸν τὴν Βαβυλῶνα κτίσαντα, τὸν καὶ Ὠρίωνα ἐπικληθέντα Οὗτος δυνατὸς γενόμενος ἐβασίλευσε πρῶτος ἐπὶ τῆς γῆς ἐν τοῖς Ἀσσυρίοις· ὃς καὶ ὡνομάσθη Κρόνος εἰς τὴν ἐπωνυμίαν τοῦ πλάνητος. Οὗτος ἔσχε γυναῖκα ἐκ τῆς αὐτῆς φυλῆς, καλουμένην Σεμίραμιν. Αὕτη τοῖς ποταμοῖς περιέβαλε στόμια, καὶ τὰς καλουμένας πυραμίδας ἀνήγειρε. Ταύτην καὶ Ῥέαν ὡνόμασαν ὡς ἐν δυνάμει καὶ ἐξουσίᾳ καὶ ὑπερβάλλοντι φόβῳ τῶν ἀνθρώπων ἄρχουσαν. Ατη ἡ Σεμίραμις ἔσχεν υἱὸν οὗ τὸ ὅνομα Πκος, ὃς καὶ μετωνομάσθη Ζεύς· καὶ ἄλλους δὲ ἔσχεν υἱοὺς Βῆλόν τε καὶ Νῖνον, καὶ θυγατέρα τὴν Ἥραν, Καὶ ὁ μὲν Ννος, ὃς καὶ τὴν Νινευὶ τὴν μεγάλην ἔκτισε, τὴν ἰδίαν μητέρα Σεμίραμιν ἔσχε γυναῖκα. Ὡς δὲ Ἀφρικανός φησι, καὶ ἕτερον υἱὸν ἔσχεν ὁ Κρόνος τὸν Ἄφρον, ἐξοὗ Ἄφροι· ὃς γήμας Ἀστυνόμην ἐποίησε. θυγατέρα τὴν Ἀφροδίτην. Ὁ δὲ Κρόνος ἐξωσθεὶς τῆς βασιλείας ὑπὸ τοῦ ἰδίου υἱοῦ Διὸς, κατελθὼν ἐν τῇ δύσει κρατεῖ τῆς Ἰταλίας. Εἶτα ὁ Ζεὺς ὑποχωρήσας τῶν Ἀσσυρίων παραγίνεται πρὸς τὸν πατέρα· ἃ δὲ παραχωρεῖ αὐτῷ βασιλεύειν τῆς Ἰταλίας. Καὶ πολλοῖς ἔτεσι βασιλεύσας, εἶτα τελευτήσας κατατίθεται ἐν τῇ Κρήτη. Μετὰ δὲ Νῖνον ἐβασίλευσε τῶν Ἀσσυρίων Θοῦρος ὁ καὶ Ἄρης κληθεὶς ὡς πολεμικώτατος Τοῦτον οἱ Ἀσσύριοι]Ρ. Π] Βάαλ Θεὸν ἤτοι Βῆλ μετονομάσαντες καὶ ἀναστηλώσαντες σέβονται. Μετὰ δὲ τὴν τοῦ Διὸς τελευτὴν Φαῦνος ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν, ὃς μετωνομάσθη Ἑρμῆς· ἠν γὰρ λογικώτατος πάνυ καὶ μαθηματικός· ὃς καὶ τοῦ χρυσοῦ τὴν φύσιν ἐξεῦρεν ἐκ μετάλλων ἀνθρώποις. Ἡ μέντοι Ἀφροδίτη λογικὴ καὶ ποικίλη λεγομένη ἐγαμήθη τῷ Ἀδώνιδι τῷ υἱῷ τοῦ Κινύρου, φιλοσόφῳ ὄντι καὶ αὐτῷ· οὓς καὶ ἄχρι θανάτου φιλοσοφοῦντας σὺν ἀλλήλοις βιῶσαι ἱστοροῦσι. Μετὰ δὲ τὸ βασιλεῦσαι Ἀσσυρίων Πῖκον τὸν καὶ Δία ἔτη τριάκοντα, τὸν υἱὸν αὐτοῦ Βῆλόν ὀνομαζόμενον καὶ Ἡραν τὴν γυναῖκα τὴν καὶ ἀδελφὴν ἐπὶ τῆς ἀρχῆς καταλιπὼν πρὸς τὸν αὐτοῦ πατέρα Κρόνον παραγίνεται,

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
