# Compendium Historiarum 1.356

Georgius Cedrenus, Compendium Historiarum, 1.356. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.356
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.356

ὅθέ Τῷ ζʹ ἔτει Ἀνάζαρβος μητρόπολις βʹ τῆς Κιλικίας ἐπτώθη ὑπὸ σεισμοῦ φοβερωτάτου. Τῷ δ’´ αὐτῷ ἔτει κατεποντίσθη Ἔδεσσα, πόλις μεγάλη καὶ περιβόητος, διὰ τοῦ ὕδατος τοῦ μέσον αὐτῆς διερχομένου Σκίρτου ποταμοῦ, ὃς πλημμυρήσας δίκην θαλάσσης τοὺς οἴκους σὺν τοῖς οἰκοῦσι σύρων ἐπόντισε. Λόγος δέ ἐστιν ὅτι καὶ ἄλλοτε τοῦτο γέγονε. Μετὰ δὲ τὸ παῦσαι τὰ ὕδατα εὑρέθη πλὰξ λιθίνη ἐν τῇ ὄχθῃ τοῦ ποταμοῦ, γεγραμμένη ἱερογλυφικοῖς γράμμασιν οὕτως· Σκίρτος ποταμὸς σκιρτήσει κακὰ σκιρτήματα πολίταις. Πολλὰ δὲ παρέσχεν ὁ βασιλεὺς Ἰουστῖνος εἰς ἀνανέωσιν ἀμφοτέραις ταῖς πόλεσι. Τῷ δ´ αὐτῷ ἔτει ἐφάνη γυνή τις ἐκ τῆς Κιλικίας γιγαντογενής, ὑπερέχουσα τῇ ἡλικίᾳ πάντα ἄνθρωπον τέλειον πῆχυν ἕνα, καὶ πλατεῖα σφόδρα. Γυρεύουσα δὲ πὰτ πόλεις ἐλάμβανε κατὰ ἐργαστήριον φόλλιν μίαν. Τότε καὶ ἀστὴρ ἐφάνη ἐν οὐρανῷ ἐπάνω τῆς χαλκῆς πύλης τοῦ παλατίου, φαίνων ἐπὶ ἡμέρας καὶ νύκτας κϛʹ. Γέγονε δὲ καὶ σεισμὸς φοβερώτατος, ὑφ´ οὗ τῇ μὲν Κωνσταντινουπόλει ἐν διαφόροις τόποις, τῆ δὲ Ἀντιοχείᾳ συμφορὰ ἀνεκδιήγητος προεμηνύθη. Τῇ γὰρ τετάρτῃ τοῦ Ὀκτωβρίου μηνὸς τὰ προοίμια τῆς τοῦ Θεοῦ ὁργῆς ἐπῆλθεν αὐτῇ δι´ ἐμπρησμῶν καὶ σεισμῶν, ὃς ἐμπρησμὸς μέσον τῆς πόλεως ἐγένετο, καὶ ἐκράτησε ἐπὶ ἡμέρας ϛʹ. Καὶ ἐκάησαν οἷκοι πολλοὶ, καὶ ἀπέθανον λαοὶ πολλοὶ, καὶ οὐδεὶς ἔγνω πόθεν τὸ πῦρ ἀνάπτεται· τοσοῦτον γὰρ ἡ ὀργὴ τοῦ Θεοῦ ἐπῆλθεν ἐπ´ αὐτῇ ὥστε πτωθῆναι σχεδὸν πᾶσαν τὴν πόλιν καὶ τάφον τῶν οἰκητόρων γενέσθαι. Τινὰς δὲ καταχωσθέντας καὶ ἔτι ζῶντας ὑπὸ τὴν γῆν πῦρ ἐξελθὸν ἐκ τῆς γῆς κατέφλεξε. Καὶ ἕτερον πῦρ ἐκ τοῦ ἀέρος ὡς σπινθῆρες κατήρχετο καὶ κατέκαιεν ὤσπερ ἀστραπὴ τοὺς εὑρισκομένους. Ἐσείετο δὲ ἡ γῆ ἐπὶ´ ἐνιαυτὸν ἕνα. Τῷ θʹ ἕτει τοῦ σεισμοῦ ἐπικρατοῦντος Εὐφράσιος ὁ ἐπίσκοπος Ἀντιοχείας ὑπὸ τοῦ σεισμοῦ κατεχώσθη καὶ ἀπέθανε, καὶ πᾶς οἶκος καὶ ἐκκλησία κατέπεσε, καὶ τὸ κάλλος τῆς πόλεως ἠφανίσθη· οὐ γὰρ γέγονε τοιαύτη θεομηνία ἐν ἄλλῃ πόλει ἐν πάσαις ταῖς γενεαῖς. Πολλὰς μὲν οὗν ἀνδρῶν καὶ γυναικῶν μυριάδας, πολλὰς δὲ παίδων καὶ νεογνῶν ἐν λόφου τάξει ἡ τῶν κατενεχθέντων οἰκοδομημάτων ὕλη καλύπτουσα καὶ τέλος τοῦτο τὴν οὕτως ὀνομαστοτάτην καὶ εὔχαριν ἔλαβε πόλιν, ἤνπερ ἐπὶ ὀκτακοσίους ἐνιαυτοὺς συστᾶσαν ἐξ οὗπερ αὐτὴν Σέλευκος ὁ πρῶτος ἔκτισεν, ἐπὶ τῇ προσηγορίᾳ τοῦ πατρὸς αὐτοῦ Ἀντιόχειαν ἐκάλεσεν. Ἀγγελθέντος δὲ τοῦ πάθους ὁ μὲν βασιλεὺς μεγάλως ἤλγησε τὴν ψυχὴν, καὶ ῥίψας τὸ διάδημα καὶ τὴν πορφύραν ἐπένθει ἐν σάκκῳ καὶ σποδῷ ἡμέρας πολλὰς, καὶ ἐν τῇ ἑορτῇ δὲ λιτῶς εἰσῆλθεν εἰς τὴν ἐκκλησίαν, [Ῥ.ὅθὔ] μὴ καταδεξάμενος φορέσαι σήμαντρον βασιλικὸν τὸ οἱονοῦν. Ἀλλὰ καὶ πάντες οἱ ἐν τῇ πόλει φαιὰν στολὴν ἐνδυσάμενοι πανδημεὶ εἰς τὸ πρὸ τῆς πόλεως πεδίον ἑπτὰ σημείοις

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
