# Compendium Historiarum 1.358

Georgius Cedrenus, Compendium Historiarum, 1.358. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.358
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.358

βασιλεὺς αὐτοὺς μὲν διεδέξατο, ἀπέστειλε δὲ Πέτρον τὸν νοτάριον αὐτοῦ στρατηλάτην. Καὶ συμβαλὼν μετὰ τῶν Λαζῶν τοῖς Πέρσαις ἐνίκησε καὶ πολλοὺς ἀνεῖλε. Τῷ δ´ αὐτῷ ἔτει προσεῤῥύη τοῖς Ῥωμαίοις ὁ βασιλεὺς τῶν Ἑλούρων( Γρέτης λεγόμενος, καὶ ἐλθὼν ἐν Κωνσταντινουπόλει μετὰ τοῦ λαοῦ αὐτοῦ ᾐτήσατο τὸν βασιλέα, καὶ ἐγένετο Χριστιανὸς μετὰ τῶν συγκλητικῶν αὐτοῦ καὶ συγγενῶν, καὶ ἀπῆλθε μετὰ χαρᾶς εἰς τὰ ἴδια, ἐπαγγειλάμενος συμμαχεῖν Ῥωμαίοις ἐφ´ οἷς ἂν δεηθῶσιν αὐτοῦ. Τῷ δ´ αὐτῷ ἔτει προβάλλεται ὁ βασιλεὺς στρατηλάτην Ἀρμενίας Τζίταν ὀνόματι, ἄνδρα πολεμικὸν καὶ ἱκανώτατον· οὐ γὰρ εἶχεν ἡ Ἀρμενία στρατηλάτην, ἀλλὰ δοῦκας καὶ κόμητας. Αὐτὸς δὲ ἐστράτευσεν Ἀρμενίων πλῆθος. Δέδωκε δὲ αὐτῷ καὶ ἀπὸ Ἀνατολῆς στρατὸν, χιλιάδας τέσσαρας, καὶ γέγονε μεγάλη φυλακὴ καὶ βοήθεια Ῥωμαίων. Ἔζευξε δὲ αὐτῷ καὶ γυναῖκα, τὴν ἀδελφὴν Θεοδώρας τῆς ΑὐΚγούστης, ὀνόματι Κομιτώ. Τῷ δ´ αὐτῷ ἔτει προσεῤῥύη τοῖς Ῥωμαίοις γυνή τις ἐκ τῶν Οὕννων τῶν λεγομένων Σαβὴρ, βάρβαρος, ὀνόματι Βαρήζ, χήρα, ἔχουσα μεθ´ ἑαυτῆς Οὔννων χιλιάδας ἑκατὸν, ἥτις κατεδυνάστευε τῶν Οὐννικῶν μερῶν μετὰ τὴν τοῦ ἰδίου ἀνδρὸς Μαλὰχ ἀποβολήν. Αὕτη τοὺς προτραπέντας παρὰ Καβάδου τοῦ βασιλέως Περσῶν δύο ῥῆγας ἀπὸ ἄλλου ἔθνους Οὕννων ἐνδοτέρων, Στύρακα καὶ Γλώην, τοῦ συμμαχῆσαι αὐτῷ κατὰ Ῥωμαίων, περιόντας διὰ τῆς χώρας αὐτῆς ἐπὶ τὰ Περσικὰ μετὰ χιλιάδων εἴκοσιν κνράτησς καὶ τὸν λαὸν πάντα κατέκοψε. Καὶ τὸν μὲν Στύρακα δέσμιον τῷ βασιλεῖ ἐν Κωνσταντινου. όλει ἔπεμψεν, ὁ δὲ Γλώης ἐν τῷ πολέμῳ ἐσφάγη. Γέγονε δὲ αὕτη σύμμαχος καὶ εἰρηνικὴ τῷ βασιλεῖ Μουστινιανῷ. Τῷ δ´ αὐτῷ ἔτει καὶ ὁ πλησίον Βοσπόρου ῥὴξ τῶν Οῶννων. Γοοδᾶς λεγόμενος, προσεῤῥύη τῷ βασιλεῖ καὶ ἐγένετο Χριστιανός. Καὶ πολλὰ δοὺς αὐτῷ ὁ βασιλεὺς ἀπέστειλεν εἰς τὴν ἰδίαν χώραν, ὑποσχομένι, φυλάττειν τὰ Ῥωμαϊκὰ καὶ τὴν Βοσπόρου πόλιν, ἥτις οὕτως ἐκλήθη ἀπὸ τοῦ τελεῖν Ῥωμαίοις κατ´ ἔτος ἀντὶ χρημάτων βόας, ἀπαιτεῖν δὲ τἀς συντελείας τῶν βοῶν. Ἀπελθὼν δὲ εἰς τὴν ἰδίαν χώραν διηγήσατο τῷ ἰδίῳ ἀδελφῷ τὴν τοῦ βασιλέως ἀγάπην καὶ οιλοτιμίαν. καὶ ὅτι Χριστιανὸς γέγονε, συνέτριψε

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
