# Compendium Historiarum 1.360

Georgius Cedrenus, Compendium Historiarum, 1.360. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.360
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.360

σωθέντες ἔφυγον εἰς τὰς ἄλλας πόλεις. Γέγονε δὲ καὶ χειμὼν μέγας καὶ βαρύτατος, ὡς λιτανεύειν σάντας ἀνυποδέτους μετ´ ὀδυρμῶν πυκνῶν. Ἐφάνη δέ τινι θεοσεβεῖ ἀνθρώπῳ ἐν ὁράματι εἰπεῖν πᾶσιν ἵνα ἐπιγράψωσιν εἰς τὰ ὑπέρθυρα αὐτῶν· Χριστός μεθ´ ἡμῶν, στῆτε. Καὶ τούτου[Ρ. ὅύθ] γενομένου ἔστη ἡ ὀργὴ τοῦ Θεοῦ. Καὶ πάλιν ὁ βασιλεὺς καὶ ἡ Λύγοῦστα πολλὰ ἐδωρήσαντο χρήματα εἰς ἀνακαινισμὸν τῆς Ἀντιόχου πόλεως, καὶ μετωνόμασαν αὐτὴν Θεούπολιν. Τούτω τῶ ἔτει Σαμαρῖται καὶ Ἰουδαῖοι ἐν Παλαιστίνῃ βασιλέα τινὰ Ἰουλιανὸν ἔστεψαν, καὶ κατὰ Χριστιανῶν ὅπλα κινήσαντες ἁρπαγὰς καὶ φόνους καὶ ἐμπρησμοὺς εἰργάσαντο· οὓς ὁ Θεὸς παρέδωκαα εἰς χεῖρας Ἰουστινιανοῦ, καὶ πάντας ἀφανίσας τὸν Ἰουλιανὸν ἀπεκεφάλισε. Καὶ μετὰ τὸν διωγμὸν τῶν Ἐλλήνων καὶ πάσης αἱρέσεως, καὶ μετὰ τὸ τεθῆναι δόγμα ἑλληνίζοντας μὴ πολιτεύεσθαι ἢ αἱρετικοὺς, εἰ μὴ μόνους τοὺς ὀρθοδόξους Χριστιανοὺς, προθεσμίαν δίδωσι τοῖς τοιούτοις εἰς ἐπιστροφὴν τριῶν μηνῶν. Τῷ δʹ ἔτει ἐφάνη κομήτης μέγας καὶ φοβερὸς, εἰς τὸ δυτικὸν μέρος πέμπων ἐπὶ τὰ ἄνω τὰς ἑαυτοῦ ἀκτῖνας, ὃν ἔλεγον λαμπαδίαν· καὶ ἔμεινε λάμπων ἐπὶ ἡμέρας εἴκοσι. Τῷ εʹ ἔτει γέγονεν ἡ ἀνταρσία τοῦ λεγομένου Νίκα, καὶ ἔστεψαν οἱ τῶν δήμων βασιλέα Ὑπάτιον τὸν συγγενῆ Ἀναστασίου τοῦ βασιλέως. Ἐκαύθη δὲ πολὺ μέρος τῆς πόλεως, ἥ τε Μεγάλη Ἐκκλησία καὶ τὰ χαρτῷα αὐτῆς δικαιώματα καὶ ἡ πρόσοδος πᾶσα, ἥ τε Ἀγία Εἰρήνη καὶ οἱ ξενῶνες, ὅ τε τοῦ Σαμψὼν καὶ ὁ Εὐβούλου, μετὰ τῶν ἀῤῥώστων, καὶ τὸ προσκήνιον τῆς βασιλικῆς καὶ τὸ Αὐγουσταῖον, καὶ ἡ χαλκόστεγος τοῦ παλατίου, ἢ ἔκτοτε καὶ νῦν χαλκῆ προσαγορεύεται διὰ τὸ ἐκ χαλκῶν κεράμων κεχρυσωμένων ἐστεγάσθαι αὐτήν. Ἐκάησαν δὲ καὶ οἱ δύο ἔμβολοι μέχρι τοῦ φόρου. Ὁ δὲ λαὸς καὶ τὸν βασιλέα Ἰουστινιανὸν ἀναθεματίζοντες ἐφύβριζον. Ἥτις ἀνταρσία ἐπαύθη διὰ Βελισαρίου καὶ Μούνδου καὶ Ναρσῆ, ἀνελόντων λε´ χιλιάδας καὶ αὐτὸν Ὑπάτιον. Τότε δὴ ἐνεπρήσθη καὶ τὸ ὀκτάγωνον καὶ τὸ λοετρὸν τοῦ Σεβήρου τὸ λεγόμενον Ζεύξιππος, ἐν ᾧ ποικίλη τις ἦν θεωρία καὶ λαμπρότης τεχνῶν, τῶν τε μαρμάρων καὶ λίθων καὶ ψηφίδων καὶ εἰκόνων διὰ χαλκοῦ πεποιημένων τῶν ἀπ´ αἰῶνος ἀνδρῶν ἔργα, μόνον τῷ μὴ παρεῖναι αὐταῖς ψυχὰς τῶν ἐς οὓς ἐγένοντο. Εἱστήκει τοιγαροῦν μετὰ τῶν ἐξαιρέτων καὶ νοῦν ὑπερβαινόντων τούτων καὶ Ὅμηρος,

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
