# Compendium Historiarum 1.372

Georgius Cedrenus, Compendium Historiarum, 1.372. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.372
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.372

πλεῖστοι. Τούτων οὖν οὕτως ἐχόντων ἀνίσταται θεόθεν Μαρκιανὸς ὁ βασιλεὺς, καὶ συναγαγὼν ἐν Χαλκηδόνι τὴν τῶν χλʹ´ Πατέρων σύνοδον, παρόντων Διοσκόρου καὶ Εὐτυχοῦς, μεθ´ ὧν καὶ αὐτὸς πορευθεὶς, καταδικάζονται μὲν Διόσκορος, καὶ Εὐτυχὴς, καὶ Νεστόριος, καὶ πάλιν ἀναθεματίζονται, Θεοδώρητον δὲ, καὶ Ἱαν, καὶ Βασίλειον Σελευκείας ἐδέξαντο καθυπογράψαντας. Καὶ τῆς λῃστρικῆς συνόδου ἀνατραπείσης καὶ ἀναθεματισθείσης, εἰς μίαν συμφωνίαν ἤγαγον πάντας οἱ θεῖοι Πατέρες. Τούτων δὲ τῶν τεσσάρων συνόδων οὔτω γενομένων καὶ ἐπιβεβαιωθεισῶν καὶ κρατουσῶν ἐν τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, οἱ τὰ Νεστορίου φρονοῦντες ἐσπούδασαν αὖθις τὴν αἵρεσιν αὐτῶν κρατύναι,... τῆς Θεοδώρου τοῦ Μοψουτστίας ἀφορμῆς, πολλῷ χείρονα τοῦ μαθητοῦ αὐτοῦ Νεστορίου [Ρ. ὅεα] βλασφημήσαντος. Ὅθεν τοίνυν καὶ ἡμεῖς ἀκολουθοῦντες τοῖς ἡμετέροις πατράσι, καὶ βουλόμενοι τὴν ὀρθὴν πίστιν ἀλώβητον διαφυλάττεσθαι, προτρέπομεν καὶ τούτου τὰς βλασφημίας διεξετάσαντας κατ´ αὐτοῦ καὶ τῶν ὁμοφρόνων αὐτοῦ ἀποφήνασθαι. Πρὸς γὰρ ταῖς ἄλλαις ἀναριθμήτοις αὐτοῦ δυσφημίαις εἰς Χριστὸν τὸν Θεὸν ἡμῶν γενομέναις, ἄλλον εἰναι τὸν Θεὸν Λόγον καὶ ἄλλον τὸν Χριστὸν, ὑπὸ τῶν τῆς ψυχῆς παθῶν καὶ τῶν τῆς σαρκὸς ἐπιθυμιῶν ἐνοχλούμενον, καὶ τῶν χειρόνων κατὰ μικρὸν ἀφιστάμενον πρὸς τὰ κρείττονα τῇ προκοπῆ τῶν ἔργων ἐληλυθέναι, καὶ τῇ ἀρίστῃ πολιτείᾳ γενόμενον ἄμωμον, καὶ ὡς ψιλὸν ἄνθρωπον ἐν ὀνόματι Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος βαπτισθῆναι, καὶ διὰ τοῦ βαπτίσματος τὴν χάριν τοῦ ἀγίου Πνεύματος εἰληφέναι, καὶ υἱοθεσίας ἠξιῶσθαι, καὶ καθ´ ὁμοίωσιν βασιλικῆς εἰκόνος εἰς πρόσωπον τοῦ Θεοῦ Λόγου τὸν Χριστὸν προσκυνεῖσθαι, καὶ μετὰ τὴν ἀνάστασιν ἄτρεπτον ταῖς ἐννοίαις καὶ ἀναμάρτητον γεγενῆσθαι. Καὶ πρὸς τούτοις εἶπε τοιαύτην γεγενῆσθαι τὴν ἕνωσιν τοῦ Θεοῦ Λόγου πρὸς τὸν Χριστὸν ὁποίαν ὁ Ἀπόστολος ἔφη περὶ τοῦ ἀνδρὸς καὶ τῆς γυναικός· Ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ἔτι δὲ προτρέπομαι ὑμᾶς ἐξετάσαι καὶ τὰ κακῶς γραφέντα παρὰ Θεοδωρήτου καὶ Ἵβα κατὰ τῆς ἐν Ἐφέσῳ πρώτης ἁγίας συνόδου, καὶ ὁμοίως τὰ κατ´ αὐτοῦ ἀποφήνασθαι. Καὶ ταῦτα πάλιν ὡσαύτως οἱ θεῖοι Πατέρες πολυπραγμονήσαντες ἀπεκρίθησαν. Ἡ μὲν ἐν Χαλκηδόνι θεία σύνοδος Θεοδωρήτου καὶ Ἵβα πολλὰ καταβοήσασα οὐκ ἄλλως αὐτοὺς ἐδέξατο, εἰ μὴ πρότερον ἀνεθεμάτισαν τὰ ἴδια πονηρὰ συγγράμματα, καὶ Θεόδωρον, καὶ Νεστόριον. Ἡμεῖς δὲ κατακρίνομεν καὶ ἀναθεματίζομεν πρὸς τοῖς ἄλλοις ἅπασιν αἱρετικοῖς, τοῖς κατακριθεῖσι καὶ ἀναθεματισθεῖσιν ὑπὸ τῶν εἰρημένων ἀγίων τεσσάρων συνόδων, καὶ Θεόδωρον γενόμενον ἐπίσκοπον Μοψουεστίας καὶ τὰς δυσσεβῆ συγγράμματα αὐτοῦ, καὶ μέντοι καὶ τὰ κακῶς παρὰ Θεοδωρήτου συγγραφέντα κατά τε τῆς ὁρθῆς πίστεως καὶ τῷν δώδεκα κεφαλαίων τοῦ ἐν ἀγίοις Κυρίλλου καὶ τῆς ἐν Ἐφέσῳ πρώτης ἱερᾶς συνόδου, καὶ ὅεα ὑπὲρ συνηγορίας Θεοδώρου καὶ Νεστορίου αὐτῷ γέγραπται. Πρὸς τούτοις ἀναθεματίζομεν

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
