# Compendium Historiarum 1.376

Georgius Cedrenus, Compendium Historiarum, 1.376. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.376
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.376

πᾶσαν τὴν πόλιν καὶ τὰ πόῤῥω ταύτης.[Ρ ὅθθ] Ἐν δὴ Ἀντιοχείᾳ πάλιν γέγονε σεισμὸς μέγας. Μετὰ δὲ χρόνον τινὰ γέγονεν ἀστέρων δρόμος ἀφ´ ἑσπέρας Ἐως πρωῒ, ὥστε πάντας ὑπερεκπλήττεσθαι καὶ λέγειν ὅτι πίπτουσιν οἱ ἀστέρες. Γεγόνασι δὲ κοσμικαὶ δημοκρατίαι καὶ φόνοι πολλοὶ καὶ πόλεμοι, καὶ νόσοι, καὶ θάνατοι τοῖς ἀνθρώποις οὐκ ἐπέλιπον. Ἐν δὲ Ἀντιοχείᾳ μετὰ τὸ γενέσθαι τὸν σεισμὸν γέγονε βρυγμὸς ἑκ τοῦ οὐρανοῦ φοβερώτατος, καὶ πολλοὶ ἐκ τοῦ φόβου ἀπέθανον. Τῷ δὲ λβʹ ἔτει τῆς βασιλείας Ἰουστινιανοῦ φιλοκαλουμένου τῶν τρούλου τῆς Μεγάλης Ἐκκλησίας γὰρ διεῤῥηγμένος ἐκ τῶν ἐπιγενομένων ἀλλεπαλλήλων σεισμῶν, ἔπεσε τὸ ἀνατολικὸν μέρος τῆς προϋποστολῆς τοῦ ἁγίου θυσιαστηρίου, καὶ συνέτριψε τὸ κιβώριον καὶ τὴν ἁγίαν τράπεζαν καὶ τὸν ἄμβωνα. Συνιδὼν οὗν ὁ βασιλεὺς ἤγειρεν ἄλλους πινσοὺς καὶ ἐδέξατο τὸν τροῦλον, καὶ οὕτως ἐκτίσθη ὑψωθεὶς πλέον εἴκοσι ποδῶν εἰς ὕψος τοῦ πρώτου κτίσματος. Ἐποίησε δὲ καὶ τοὺς ἔξω τοῦ ναοῦ κατέναντι τῶν ἔσω πινσῶν τέσσαρας κοχλίας, οὓς ἀπὸ γῆς φυτεύσας μέχρι τοῦ τρούλου ἀνεβίβασεν, ἔρεισμα τούτους τῶν ἀψίδων κατεργασάμενος. Τότε ποιεῖ καὶ τὴν ἁγίαν τράπεζαν, ἔργον ἀμίμητον· ἀπό τε γὰρ χρυσοῦ, καὶ ἀργύρου, καὶ λίθου παντοίου, καὶ ξύλου, καὶ μετάλλου, καὶ εἴδους ἄλλου, ὅσα τε γῆ φέρει καὶ θάλασσα, καὶ πᾶς ὁ κόσμος, ἐκ πάντων συνάξας τὰ μὲν κρείττονα καὶ τιμιώτερα πλείονα, τὰ δὲ ἐλάττω ἐνδεέστερα, τὸ τηκτὰ τήξας τὰ ξηρὰ ἐπέβαλε, καὶ οὕτως εἰς τύπον ἐπιχέας ἀνεπλήρωσεν αὐτὴν, ὅθεν καὶ ποικίλη φαινομένη θάμβος παρέχει τοῖς εἰς αὐτὴν ἀτενίζουσιν, ἐπιγράψας γύρωθεν ταῦτα· Τὰ σὰ ἐκ τῶν σῶν σοι προσφέρομεν οἱ δοῦλοί σου, Χριστὲ, Ἰουστινιανὸς

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
