# Compendium Historiarum 1.403

Georgius Cedrenus, Compendium Historiarum, 1.403. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.403
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.403

τῶν Ῥωμαίων πρὸς τοὺς Πέρσας, καὶ πείθουσιν αὐτοὺς ὅτι ἐκ δειλίας φεύγουσιν οἱ Ῥωμαῖοι, ἐλθὲ δὲ αὐτοῖς καὶ φήμη τὸν Σάϊν στρατηγὸν Περσῶν καταλαμβάνειν μεθ´ ἑτέρου στρατεύματος εἰς βοήθειαν. Τοῦτο μαθόντες Σαρβαραγκᾶς τε καὶ Σαρβαραζᾶς ἠγωνίσαντο συμβαλεῖν πόλεμον Ἡρακλείῳ πρὸ τοῦ φθάσαι τὸν Σάϊν, καὶ τὴν νίκην ἐπ´ αὐτοὺς μετενεγκεῖν. Πιστεύσαντες δὲ καὶ τοῖς αὐτομόλοις ἐχώρησαν κατὰ Ἡρακλείου. Καὶ πλησιάσαντες αὐτῷ κατεσκήνωσαν, βουλόμενοι ἅμα πρωῒ συμβαλεῖν. Ὁ δὲ Ἡράκλειος ἀπάρας ἀφ´ ἑσπέρας ὥδευσε δι´ ὅλης τῆς νυκτὸς, μακράν τε γενόμενος ἀπ´ αὐτῶν, εὑρὼν πεδίον χλοηφόρον, ἠπλήκευσε. Νομίσαντες δὲ οἱ Βάρβαροι αὐτὸν ἐκ δειλίας φεύγειν ἀκόσμως ἐδίωκον· αὐτὸς δὲ ὑπαντιάσας αὐτοῖς ἐκρότησε πόλεμον, καὶ τῇ τοῦ Θεοῦ συνεργίᾳ τρέπει τοὺς Βαμόαρους, καὶ τούτους [. Σ] διὰ τῶν φαράγγων διώξας πλρθη πολλὰ ἀνεῖλεν. Ἐν τῷ μεταξὺ δὲ τῶν ἀγώνων ὄντω ἔτθασε καὶ ὁ Σάϊν σὺν τῷ ἑαυτοῦ στρατῷ. Συμβαλὼν ο-κὶ ἐπ´ αὐτοῦ ὁ βασιλεὺς, καὶ τοῦτον τρέψας πολλοὺς ἀνεῖλε οἱ τοὺς λοιποὺς διέσπειρε φεύγοντας, παρέλαβε δὲ και τοῦλδον αὐτων. Ἐ δὲ Σαρβαραζᾶς ἑνωθεὶς τῷ Σάϊν ἐπισυνῆξε τοὺς ὑπολειφθέντας Βαρβάρους, καὶ πάλιν διενοοῦντο κατὰ τοῦ βασιλέως χωρεῖν, Ὁ δὲ Ἡράκλειος ἐπὶ τὴν τῶν Οὕννων χώραν καὶ ταῖς τούτων δυσχωρίαις ἤλαυνεν ἐν τόποις τραχέσι καὶ δυσβάτοις. Οἱ δὲ Βάρβαροι ὁπίσω αὐτοῦ ἠκολούθουν. Οἱ μέντοι Λαζοὶ ἅμα τοῖς Ἀβασγοῖς δειλιάσαντες ἀπέσπασαν ἑαυτοὺς τῆς τῶν Ῥωμαίων συμμαχίας καὶ οἴκαδε ἀνεχώρησαν. Ὁ δὲ Σάϊν ἡσθεὶς ἐπὶ τούτῳ θυμῷ πολλῷ σὺν τοῖς Βαρβάροις ἐχώρει κατὰ Ἡρακλείου. Ὁ δὲ βασιλεὺς λόγοις τὸν στρατὸν ἀναπτερώσας παρῄνει λέγων· Τὸ πλῆθος ὑμᾶς, ἀδελφοί, μὴ ταραττέτω· Θεοῦ γὰρ θέλοντος, εἰς διώξει χιλίους. Θύσωμεν οὖν τῷ Θεῷ ἑαυτοῖς ὑπὲρ τῆς τῶν ἀδελφῶν ἡμῶν σωτηρίας. Λάβωμεν στέφη μαρτύρων, ἵνα ὁ μέλλων ἡμᾶς ἐπαινέσῃ χρόνος. Τούτοις καὶ ἄλλοις πλείοσι παραθαῤῥύνας τὸν στρατὸν φαιδρῷ τῷ προσώπῳ ἐξαρτύει τὸν πόλεμον. Καὶ στάντες ἐπ´ ἀλλήλοις ἀπὸ μικροῦ διαστήματος ἕωθεν μέχρις ἑσπέρας ἀλλήλοις οὐ συνέβαλον. Ἑσπέρας δὲ καταλαβούσης ὁ βασιλεὺς τῆς ὁδοιπορίας εἴχετο, καὶ οἱ Βάρβαροι πάλιν ὀπίσω αὐτοῦ ἠκολούθουν. Ἐναλλάξαντες δὲ τὴν ὀδὸν, προλαβεῖν τοῦτον βουλόμενοι, ἐμπίπτουσιν εἰς τόπον τελματώδη, καὶ ἠναγκάσθησαν ἐξελθεῖν. Ὁ δὲ βασιλεὺς τὴν γῆν Περσαρμενίας παρέτρεχε. Τῆς γῆς δὲ ἐκείνης ὑπὸ τῶν Περσῶν κρατουμένης πολλοὶ συνέτρεχον τῷ Σαρβαραζᾷ, καὶ ηὐξεῖτο ὁ λαὸς αὐτοῦ· χειμῶνος δὲ ἐπιγενομένου ἐσκορπίσθη ἕκαστος εἰς τὸν ἔδιον τόπον. Τοῦτο μαθὼν ὁ βασιλεὺς διενοεῖτο ἐν νυκτὶ κλέψαι τὸν πόλεμον. Καὶ ἐπιλεξάμενος ἵππους εὐσθενεῖς, καὶ τοῦ στρατοῦ τοὺς ἀνδρειοτέρους

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
