# Compendium Historiarum 1.405

Georgius Cedrenus, Compendium Historiarum, 1.405. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.405
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.405

ἐκπλαγῆναι καὶ πρός τινα Μαγαρίτην εἰπεῖν· Ῥρᾷς τὸν Καίσαρα, ὡ Κοσμᾶ, πως θρασὺς πρὸς τὴν μέχην ἵσταται καὶ πρὸς τοσοῦτον πλῆθος μόνος ἀγωνίζεται; Ἐκ γὰρ τῶν βασιλικῶν [Ρἰ] παρασήμων ἐγνωρίζετο. Καταλαβούσης δὲ τῆς ἑσπέρας ἀπ´ ἀλλήλων διέστησαν, καὶ ὁ Βάρβαρος φοβηθεὶς διὰ τῆς νυκτὸς εἰς τοὐπίσω ὑπέστρεψεν, ὁ δὲ βασιλεὺς μετὰ τοῦ λαοῦ αὐτοῦ πρὸς Σεβάστειαν ὥρμησε, καὶ τὸν Ἄλυν περάσας ἐκεῖ παρεχείμασεν. Ὁ δὲ Χοσρόης μανεὶς ἔλαβε τὰ κειμήλια πασῶν τῶν ὑπὸ Πέρσας ἐκκλησιῶν, καὶ ἠνάγκαζε τοὺς Χριστιανοὺς κοινωνῆσαι τῇ τοῦ Νεστορίου θρησκείᾳ, πρὸς τὸ πλῆξαι τὸν βασιλέα. Τῷ ιϛ´ ἔτει, ὁ Χοσρόης νέαν ἐποιήσατο στρατιὰν ἀπό τε ξένων καὶ πολιτῶν καὶ οἰκετῶν καὶ παντὸς γένους. Καὶ ἐκ τούτων ἐκλεξάμενος καὶ τῷ Σάϊν παραδοὺς στρατηγῷ, ἄλλας τε νʹ´ χιλιάδας ἐκ τῆς φάλαγγος τοῦ Σαρβάρου τούτοις συνῆψεν, οὓς καὶ Χρυσολόχας ὠνόμασε, καὶ κατὰ τοῦ βασιλέως ἀπέστειλε. Τὸν δὲ Σάρβαρον σὺν τοῖς λοιποῖς αὐτοῦ στρατεύμασι κατὰ Κωνσταντινουπόλεως ἔπεμψεν, ὅπως τοῖς ἐκ Δύσεως Οὕννοις, οὓς καὶ Ἄβαρας καλοῦσι, μετὰ καὶ Σθλαβίνων καὶ Γηπέδων συμφωνήσας κατὰ τῆς πόλεως χωρήσωσι καὶ ταύτην πολιορκήσωσι. Γνοὺς δὲ τοῦτο ὁ βασιλεὺς τὸν ἑαυτοῦ στρατὸν εἰς τρεῖς διαιρέσεις ἐχώρισε, καὶ τοὺς μὲν ἔπεμψεν εἰς φυλακὴν τῆς πόλεως, τοὺς δὲ παραδοὺς Θεοδώρῳ σῶ ἀδελφῷ αὐτοῦ κατὰ τοῦ Σάϊν πολεμεῖν ἐκέλευσε, Τὸ δὲ τρίτον μέρος αὐτὸς λαβὼν ἐπὶ Λαζικὴν ἐχώρει, καὶ τοὺς Τούρκους τῆς Ἑῴας, οὐς καὶ Χαζάρους ὀνομάζουσιν, εἰς συμμαχίαν ἐκάλει. Ὁ δὲ Σάϊν σὺν τῷ νεολέκτῳ στρατῷ τὸν τοῦ βασιλέως ἀδελφὸν Θεόδωρον καταλαβὼν πρὸς πόλεμον ὡπλίσατο. Τοῦ δὲ Ρεοῦ διὰ πρεσβειῶν τῆς Θεοτόκου συνεργήσαντος, πολέμου κροτηθέντος χάλαζα παραδόξως κατὰ τῶν Βαρβάρων κατηνέχθη καὶ πολλοὺς αὐτῶν ἐπάταξεν, ἡ δὲ τῶν Ῥωμαίων παράταξις γαλήνης ἀπήλαυσε. Τρέπουσι δὲ Ῥωμαῖοι τοὺς Πέρσας, καὶ ἀναιροῦσι πλήθη πολλά. Ὅπερ μαθὼν ὁ Χοσρόης ὀργίζεται. κατὰ τοῦ Σάϊν, ὃς ἐκ πολλῆς ἀθυμίας νόσῳ περιπεσὼν τελευτᾷ. Τούτου τὸν νεκρὸν Χοσρόης πολλαῖς αἰκίαις ὑπέβαλεν. Οἱ δὲ Χάζαροι διαῤῥήξαντες τὰς Κασπίας πύλας τῇ Περσίδι εἰσβάλλουσιν ἐν τῆ χώρα τοῦ Ἀνδροηγᾶ σὺν τῷ στρατηγῷ αὐτῶν Ζεβεὴλ, δευτέρῳ ὄντι τοῦ Χαγάνου τῇ ἀξίᾳ· καὶ ἐν οἷς ἂν τόποις διέβαινον, τούς τε Πέρσας ᾐχμαλώτευον καὶ τὰς κώμας καὶ πόλεις πυρὶ παρεδίδουν. Ὁ δὲ βασιλεὺς ἀπάρας ἀπὸ Λαζικῆς τούτοις συνήντησεν. Ὁ δὲ Ζεβεὴλ μετὰ πολλῆς ἀγάπης καὶ χαρᾶς ἠσπάσατο τὸν βασιλέα καὶ τοὺς σὺν αὐτῷ. Προσήνεγκε δὲ καὶ τὸν

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
