# Compendium Historiarum 1.409

Georgius Cedrenus, Compendium Historiarum, 1.409. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.409
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.409

ἐπιστολήν. Ὁ δὲ πληροφορηθεὶς ποιεῖ συνθήκας μετὰ τοῦ υἱοῦ τοῦ βασιλέως καὶ τοῦ πατριάρχου, καὶ φαλσεύσας τὴν ἐπιστολὴν Χοσρόου ἐντίθησι σὺν αὐτῷ καὶ ἄλλους τετρακοσίους σατράπας καὶ ἄρχοντας καὶ χιλιάρχους ἀποκτάναι. Συναθροίσας οὖν ἅπαντας καὶ τὸν καρδαρίχαν, καὶ ἀναγνοὺς τὴν ἐπιστολὴν, ἔφη τῷ καρδαρίχᾳ· Συνορᾷς τοῦτο ποιῆσαι;] Οἱ δὲ ἄρχοντες θυμοῦ πλησθέντες τὸν Χοσρόην ἀπεκήρυττον, πρὸς δὲ τὸν βασιλέα συνθήκας ἐποίησαν εἰρηνικὰς, ἵνα. Ιθ] μηδὲν λυμηνάμενοι ἐπὶ τὰ ἴδια ἀπέλθωσιν. Ὁ δὲ Ἡράκλειος ἔγραψε τῷ Χοσρόῃ περὶ εἰρήνης· ὁ δὲ οὐ κατεδέξατο, καὶ διὰ τοῦτο ἀ λαὸς ἐμίσησε τὸν Χοσρόην. Ὃς πάλιν ἐστράτευσε τοὺς ἀνθρώπους τῶν ἀρχόντων αὐτοῦ, καὶ ἀπέστειλεν ἑνωθῆναι τῷ στρατῷ τοῦ Ῥαζάστου καὶ στῆναι εἰς τὸν Ναρβᾶ ποταμὸν, καὶ ἅμα τῷ περᾶσαι τὸν βασιλέα κόψωσι τὰς γεφύρας. Ὅπερ μαθὼν ὁ βασιλεὺς ἀνέρχεται εἰς τὸ Σιαζοὺρ, καὶ ἐμπιπρᾷ πᾶσαν τὴν χώραν καὶ τὰς πόλεις. Προσεῤῥύη δὲ αὐτῷ Γουνδουφοῦνδος ὁ χιλίαρχος Σαρβάρου καὶ ἄλλοι πολλοί· ο] καὶ εἶπον τῷ βασιλεῖ, ὅτι Ὁ Χοσρόης μέλλει στέψαι τὸν ὕστατον υἱὸν αὐτοῦ Μερδασὰν, καὶ γνοὺς τοῦτο ὁ πρῶτος υἱὸς αὐτοῦ Σιρόης οὐ κατεδέξατο. ἀλλὰ προσλαβόμενος ἐμὲ καὶ ἄλλους κβʹ κόμητας καὶ πλῆθος λαοῦ, εἰ μὲν δυνηθῶμεν ἀποκτεῖναι Χοσρόην, χάρις, εἰ δ´ οὓ, πάντες προσρυῶμεν τῇ βασιλείᾳ σου. Ταῦτα ἀποδεξάμενος ὁ βασιλεὺς καὶ φιλοτιμησάμενος αὐτὸν πάλιν πρὸς Σιρόην ἀπέστειλε, δηλώσας αὐτῷ ἀνοῖξαι τὰς φυλακὰς καὶ τοὺς Ῥωμαίους ἐξαγαγεῖν καὶ δοῦναι αὐτοῖς ὅπλα καὶ οὔτω κατὰ Χοσρόου κινῆσαι. Ὁ δὲ Σιρόης οὕτω ποιήσας ἐπῆλθε τῷ πατροκτόνῳ πατρὶ Χοσρόῃ, καὶ κρατήσας αὐτὸν καὶ κλοιὰ περιθεὶς εἰς σκοτεινὸν κατέκλεισε, καὶ ἄρτον ὀλίγον καὶ ὕδωρ διδοὺς αὐτῷ ἐλιμαγχόνησέν αὐτόν. Ἀπέστελλε δὲ πάντας τοὺς σατράπας, καὶ ἐνέπτυον εἰς τὸ πρόσωπον αὐτοῦ. Τοὺς δὲ υἱοὺς αὐτοῦ καὶ τὰ λοιπὰ τέκνα αὐτοῦ ἐνώπιον αὐτοῦ κατέσφαξε. Λεθ ἡμέρας δὲ ιεʹ καὶ αὐτὸν τόξοις ἀνεῖλε. Τότε γράφει Σιρόης πρὸς Ἡράκλειον τὴν τοῦ μιαροῦ Χοσρόου ἀναίρεσιν, καὶ εἰρήνην ἀειπαγῆ πρὸς αὐτὸν ποιησάμενος πάντας τοὺς ἐν Περσίδι αἰχμαλώτους ἀπέδωκεν αὐτῷ σὺν τῶ πατριάρχῃ Ζαχαρίᾳ καὶ τοῖς τιμίοις ξύλοις τοῖς ἐξ Ἰεροσολύμων ληφθεῖσιν ὑπὸ Σαρβαραζᾶ. Τῷ ιη ἔτει, εἰρήνης γενομένης μεταξὺ Ῥωμαίων καὶ Περσῶν, ἀπέστειλεν ὁ βασιλεὺς Θεόδωρον τὸν ἀδελφὸν αὐτοῦ μετὰ γραμμάτων Σιρόῃ τῷ βασιλεῖ Περσῶν καὶ ἀνθρώπων αὐτοῦ, ὅπως τοὺς ἐν Ἐδέσῃ καὶ Παλαιστίνῃ καὶ ταῖς λοιπαῖς πόλεσι Πέρσας μετ´ εἰρήνης ἀποστρέψωσιν ἐν Περσίδι καὶ ἀβλαβῶς παρέλθωσι τὴν τῶν Ῥωμαίων γῆν, Μυστικὸν δέ τι ἐνταῦθα θεωρεῖται· τὴν γὰρ κτίσιν πᾶσαν ὁ Θεὸς ἐν ἕξ ἡμέραις ἐποίησε καὶ τῇ ζ ἀνεπαύσατο, καὶ ὁ βασιλεὺς ἐν ἓξ ἔτεσι τὴν Περσίδα καταπολεμήσας τῷ ζʹ εἰρήνευσε, καὶ μετὰ χαρᾶς τὴν Κωνσταντινούπολιν καταλαμβάνει. Ὁ δὲ λαὸς τῆς πόλεως, μετὰ τοῦ

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
