# Compendium Historiarum 1.41

Georgius Cedrenus, Compendium Historiarum, 1.41. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.41
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.41

Ὁ μέντοι Ζεὺς πρὸς ταῖς ἄλλαις καὶ τοῦ ἐξ Ἀργείων καταγομένου Ἀκρισίου θυγατέρα Δανάην, εὐπρεπῆ πάνυ οὗσαν καὶ ἐν κουβουκλείῳ πρὸς θάλασσαν φυλαττομένην, πολλῷ χρυσῷ τοὺς τηροῦντας πείσας καὶ ταύτην ἀρπάσας καὶ φθείρας ἔσχεν ἐξ αὐτῆς παῖδα Περσέα ὀνόματι. Ἔνθεν οἱ μυθολόγοι τὸν Δία φασὶ χρυσὸν γενόμενον ῥυῆναι διὰ τοῦ στέγους εἰς τὸν θάλαμον καὶ Δανάην διαφθεῖραι. Τοῦτον τὸν Περσέα καὶ πτερωτὸν εἶναι ἔφασκον ὡς ὀξύτατον ὄντα παιδόθεν καὶ τῇ φύσει γοργότατον καὶ ἐντρεχέστατον. Ὦ καὶ Ζεὺς ὁ πατὴρ αὐτοῦ τὰς κρυφίους καὶ μυστικάς καὶ μυσαράς πάσας μαγείας καὶ μαγγανίας ἐδίδαξε, νικᾶν τοὺς πολεμίους ἐν τούτοις παρεγγυῶν. Τοίνυν εἰς ἡλικίαν ἀνδρὸς ἐλθὼν φεύγει τοὺς υἱοὺς Νίνου τοῦ θείου αὐτοῦ, καὶ πρὸς Ἀσσυρίους ἔρχεται. Πρὸς δὲ Λιβύην διαβαίνοντι παρθένος κόρη χωριτικὴ, ἀπηγριωμένους ἔχουσα τοὺς ὀφθαλμοὺς καὶ τὰς τρίχας, κατὰ πρόσωπον συναντᾷ, Ἥν καὶ στήσας τὸ αὐτῆς ὄνομαὴρώτα. Ἡ δέ, «Μέδουσα, ἔφη, λέγομαι.» Καὶ αὐτίκα τὴν κάραν αὐτῆς ἀπο τέμνει· καὶ ταύτην ταριχεύσας κατὰ τὰς ἀῤῥήτους καὶ μιαρὰς ὑποθήκας Διὸς τοῦ πατέρος αὐτοῦ, ταῖς χερσὶ κρατῶν καὶ ταῖς μαγείαις θαῤῥῶν κατὰ τῶν ἐχθρῶν ἐχώρει. Γοργόνα δὲ τὴν κάραν ἐκάλει διὰ τὸ τῆς γοητείας ἐνεργὲς καὶ ὀξύ. Ἐκεῖθεν πρὸς Αἰθιοπίαν διαβὰς ὑπὸ Κηφέως τότε βασιλευομένην, καὶ τὴν αὐτοῦ θυγατέρα Ἀνδρομέδαν καλουμένην καὶ ἱέρειαν οὖσαν ἁρπάσας, κατέελευσε διὰ Συρίας πρὸς Λυκαονίαν. Οἱ δὲ Λυκάονες τούτῳ ἐναντιωθέντες τῇ τῆς Γοργόνος πρώτῃ βοηθείᾳ κατενικήθησαν. Ἐκεῖ καὶ πόλιν κτίσας Περσίδα τῷ ἰδίῳ κέκληκεν ὀνόματι. Στήλην δὲ ἔξω τῆς πόλεως στήσας, καὶ τὸ ἀπεικόνισμα τῆς Γοργόνος ἐπιθεὶς, Εἰκόνιον ταύτην ἐπωνόμασεν. Ἐκεῖθεν ἐπὶ Ἰσαυρίαν καὶ Κιλικίαν διαβὰς, χρησμὸν λαβὼν ὅτι «Ἔνθα ἐκ τοῦ ἵππου ἀποβὰς τὸν ταρσὸν ὀδυνηθῇς τοῦ ποδὸς, νίκην λάβῃς καὶ πόλιν οἰκοδομήσῃς,» τὴν Ταρσὸν κτίζει καὶ κατὰ τῶν Ἀσσυρίων ὁρμᾷ, τούτους τε νικήσας καὶ τὸν Σαρδανάπαλον καὶ τοὺς τοῦ γένους αὐτοῦ ἀπεκτονὼς εἰς τέλος αὐτοὺς ὑποτάσσει. Καὶ Ἀσσυρίων τὴν βασιλείαν ἀφελόμενος ἐπὶ τῷ ἰδίῳ ὁνόματι Πέρσας αὐτοὺς ἐκάλεσε, βασιλεύσας ἐπ´ αὐτοὺς ἔτη νγʹ. Οὗτος καὶ τὴν καλουμένην Περσέαν ἐν τῷ ἰδίῳ ὀνόματι εἰς πᾶσαν τὴν ὑποκειμένην αὐτῷ κατεφύτευσε γῆν, καὶ τὴν τοῦ μυσαροῦ σκύφου τῆς Μεδούσης οὓς ἠγάπα τῶν Περσῶν ἐν μυστηρίῳ μυσταγωγήσας μαγείοις Μήδους αὐτοὺς καὶ Μηδίαν τὴν χώραν αὐτῶν μετωνά Κμασεν. Εἶτα εἰς τὸ Σίλπιον ὄρος ἐλθὼν εὖρε τοὺς ὰπὸ Ἄργους Ἰωνίτας, ὑφ´ ὧν καὶ ἐδέχθη ὡς ὁμόφυλος. [Β. Ζῦ] Χειμῶνος δὲ πολλοῦ πεσόντος καὶ τοῦ προσπαρακειμένου ποταμοῦ τοῖς Ἰωπολίταις Ὀρόντου καθ´ ὑπερβολὴν πλημμυροῦντος, ἐπεὶ ηὔξατο, ἄφνω κεραυνὸς ὡς σφαῖρα πυρὸς οὐρανόθεν κατηνέχθη, καὶ οὕτως ὅ τε χειμὼν ἐπεσχέθη καὶ τὰ ῥεῖθρα τοῦ ποταμοῦ ἀνείθη. Καὶ γοῦν τοῦ πυρὸς ἐκείνου πῦρ ἀνάψας ὁ Περσεὺς εἶχε μεθ´ ἑαυτοῦ βαστάζων, εἴς τε τὰ ἴδια βασίλεια ἀγαγὼν καὶ ἱερὸν τοῦ πυρὸς κατασκευάσας καὶ ἱερεῖς εὐλαβεῖς ἄνδρας ἐπιστησάμενος· ἀλλὰ μὴν καὶ ἐν Ἰωπόλει καὶ ἐν πάσῃ τῇ

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
