# Compendium Historiarum 1.42

Georgius Cedrenus, Compendium Historiarum, 1.42. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.42
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.42

ὑπ´ αὐτὸν γῇ καὶ ὡς ἐξ οὐρανοῦ κατενεχθέντα θεόν σέβεσθαι τὸ πῦρ ἐκεῖνο θεσπίσας ἐδίδαξε πυρσολατρεῖν, μάγους τοὺς τοῦ πυρὸς ἱερεῖς καλέσας. Ἔρχεται οὗν πρὸς αὐτὸν ἐν πολέμῳ ὁ τῆς Ἀνδρομέδας πατὴρ ὁ Κηφεύς. Καὶ ἐπεὶ ὁ Περσεὺς ἐξελθὼν τὴν τῆς Γοργόνος κεφαλὴν ἐπεδείκνυε, Κηφεὺς δὲ ὑπὸ τοῦ γήρως ἀμβλυωπῶν, ὡς ἔφιππος κατ´ αὐτοῦ ἐπέβαινεν ὁ Περσεὺς, ἀγνοῶν ἀμβλυωπεῖν τὸν Κηφέα, ἐλογίσατο μὴ ἐνεργεῖν ἔτι ἣν κατεῖχε τῆς Γοργόνος κεφαλὴν, καὶ στρέψας ταύτην πρὸς ἑαυτὸν καὶ ἐμΜέρως ὁ Περσέως καὶ Ἀνδρομέδας υἱός. Κηφεὺς δὲ τὴν τῆς Γοργόνος κεφαλὴν καύσας ἀνεχώρησεν εἰς τὴν χώραν αὐτοῦ. Ἀγήνορα δὲ τὸν ἀπὸ Φοινίκης ὁ πατὴρ εἰς ἀναζήτησιν τῆς αὐτοῦ θυγατρὸς Εὐρώπης ἀποστείλας, μαθὼν ὁ Κάδμος ὡς αὐτὴ σὺν Ταύρῳ τῷ ἁρπάσαντι ταύτην τῆς Κρήτης βασιλεύει, ὥρμησεν εἰς Βοιωτίαν καὶ αὐτοὺς ἀγνοοῦντας τὰ Φοινίκων γράμματα ἐδίδαξε, καὶ ἐβασίλευσεν ἐπ´ αὐτοῖς ἔτη ξβʹ. Καὶ γυναῖκα ἠγάγετο τὴν Ἀρμονίαν καλουμένην, ῆεις αὐτῷ ἕξ τίκτει θυγατέρας, Ἰνὼ, Ἀγαύην, Σεμέλην, Εὐρυνόμην, Κλεανθὼ καὶ Εὐρυδίκην. Αὖται ἐλέγοντο Καδμίδες. Οὐτος ὁ Κάδμος καὶ πόλιν τὴν μεγάλην τὴν Καδμείαν ἐκεῖ κτίζει. Ὅς καὶ τὸν Τειρεσίαν Βοιωτῶν ὄντα φιλόσοφον, τὸν αὐτομάτως φέρεσθαι τὰ πάντα καὶ ἀπρονόητον εἶναι τὸν κόσμον δογματίσαντα καὶ εἰς τὸ τοῦ Δαφναίου Ἀπόλλωνος ἱερὸν διὰ ταῦτα ἐξόριστον γενόμενον, ἀνεκαλέσατο. Τοῦτον τὸν Τειρεσίαν μυθολογοῦσιν, ὡς ἑωρακότα Παλλάδα λουομένην, εἰς γυναικὸς αὐτίκα μεταβληθῆναι φύσιν, καὶ πολυπραγμονεῖν αὐτῇ πῶς γυνὴ μετὰ ἀνδρὸς συλλαμβάνει, καὶ πῶς ἡ μία φύσις τοῦ αἵματος εἰς ὀστὰ καὶ φλέβας καὶ σάρκας καὶ τὰ λοιπὰ μερίζεται, καὶ βρέφος ζωογονούμενον τίκτεται, καὶ τοῦ Δημιουργοῦ τὴν σοφίαν μὴ δυνηθέντα καταλαβεῖν εἰς αὐτοματισμὸν ἐξολισθῆσαι· διὸ καὶ παίζοντες αὐτὸν εἰς γυναικῶν φύσιν ἔφρασαν μεταβληθῆναι. Οὗτος ὁ Κάδμος ὁ τῆς Βοιωτίας βασιλεὺς Ἀγαύην τὴν αὐτοῦ θυγατέρα Ἐχίονι δοὺς γυναῖκα εἰς Χίον ἀποστέλλει. Γεννᾶται οὖν ἐξ αὐτῆς ἀνὴρ φρόνιμος καὶ συνετὸς ὁ Πενθεύς· [Ρ. Σ] ᾧ καὶ τὴν διοίκησιν τῆς βασιλείας ὕστερον παρεχώρησε Κάδμος, ὡς αὐτοῦ μετὰ Τειρεσίου ἐπὶ τὸ Κιθαιρώνειον ὄρος τὸν βίον διατελέσαντος. Τὴν δὲ Σεμέλην Πολυμήδων ὁ υἱὸς τοῦ Αἰθερίωνος γήμας, ἐκ τοῦ γένους ὧούττοῦ Διὸς, ἀπὸ Σεμέλης ἑπταμηνιαῖον γεννᾷ βρέφος διὰ τὸ ὑπὸ ἀστραπῶν καὶ βροντῶν ἐξαισίων τὴν μητέρα ἀποθανεῖν. Τοῦτο τὸ βρέφος εἰς Νυσίαν τὴν χώραν ὁ Κάδμος ἐκτραφῆναι ἔπεμψεν, ὃ καὶ Νύσειον ὡνομάσθη. Μυθολογοῦσι δὲ ὅτι τοῦτο ὁ Ζεὺς ἐν τῷ ἰδίῳ κόλπῳ ἐπὶ δευτέρῳ μηνὶ ἐφύλασσε, διότι μέρος ζωῆς ἔσχε πρὸς τοῦ ἐὸεοῦ παρὰ τὸν ὡρισμένον χρόνον ἐκτρωθείς. Ἄλλοι δὲ τοῦτον ὡς ἐξ ἡλιακῶν εὐχῶν μυστικά τινα καὶ θαυμαστὰ δρῶντα καὶ ὡς περὶ ἀμπελικὴν γεωργίαν ἐκτιθέμενον ἀπεθέωσάν τε καὶ Αιόνυσον μετεκάλεσαν, ὡς ἐκ γένους ὄντα Διός.

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
