# Compendium Historiarum 1.424

Georgius Cedrenus, Compendium Historiarum, 1.424. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.424
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.424

Οὗτος ὁ Κώνστας μὴ δυνηθείς τὸν ἄγιον Μάξιμον εἰς τὴν ἑαυτοῦ κακοδοξίαν μετενεγκεῖν, τήν τε γλῶσσαν καὶ τὴν χεῖρα αὐτοῦ ἀπέκοψε. Καὶ τὸν ἅγιον Μαρτῖνον πάπαν Ῥώμης ἐξώρισε διὰ τὸ ἐλέγχεσθαι ὑπ´ αὐτῶν τὸ μονοθέλητον αὐτοῦ δόγμα. Τῷ ιζ´ ἕτει Μαβίας ὁ τῶν Ἀράβων ἀρχηγὸς μετὰ ταῦτα ἐπρέσβευε περὶ εἰρήνης πρὸς Κώνσταντα διὰ τὴν εἰς αὐτὸν γενομένην ὑπὸ τῶν Ἀράβων ἀνταρσίαν, καὶ ἵνα τελῶσιν ὑπὲρ τῆς τοιαύτης εἰρήνης τοῖς Ῥωμαίοις οἱ Ἄραβες καθ´ ἡμέραν νομίσματα χίλια καὶ ἵππον καὶ δοῦλον. Ὁ δὲ οὐκ ἐπείσθη. Τῷ ιηʹ ἔτει ἀνεῖλε Κώνστας ὁ βασιλεὺς Θεοδόσιον τὸν ἴδιον ἀδελφόν· σκανδαλιζόμενος γὰρ εἰς αὐτὸν ἔκειρε πρότερον αὐτὸν διὰ Παύλου πατριάρχου διάκονον, ὃς καὶ μετέδωκε τῷ βασιλεῖ τῶν ἀχράντων μυστηρίων ἐν ἁγίῳ ποτηρίῳ. Ὅς μετὰ τὴν τελευτὴν αὐτοῦ καθ´ ὕπνους συχνῶς ἐφαίνετο αὐτῷ, διακόνου φορῶν στολὴν, καὶ ἐπιδιδοὺς ποτήριον αἴματος ἔλεγε· Πίε, ὧ ἀδελφέ. Ὅθεν ἐκκακήσας ὁ ἄθυμος ταῦτα ὁρᾷν ἐσκέψατο κατελθεῖν ἐν Σικελίᾳ. Καταλιπὼν οὖν ἐν τῇ πόλει τήν τε γυναῖκα καὶ τοὺς τρεῖς υἱοὺς, καὶ εἰσελθὼν εἰς ἕνα τῶν δρομώνων καὶ ἀναχωρῶν, στραφεὶς ἐνέπτυσε τῇ βασιλευούσῃ πόλει, καὶ οὕτως ἀπέπλει. Ἀλλ οὐδὲ [. θ] ἐν Σικελίᾳ διατρίβοντι ἀπέπτη ὁ ὄνειρος ἀπ´ αὐτοῦ. Καταλαβὼν δὲ Συράκουσαν πόλιν τῆς Σικελίας διέτριβεν ἐν αὐτῇ, βουλόμενος ἐν Ῥώμη τὴν βασιλείαν μεταστῆσαι διὰ τὸ μισηθῆναι αὐτὸν ὑπὸ τῶν Βυζαντίων ὡς Μονοθελήτην καὶ κακόδοξον. Πέμπει οὖν ἀγαγεῖν τὴν γυναῖκα καὶ τοὺς υἱοὺς αὐτοῦ· οἱ δὲ Βυζάντιοι οὐκ ἀπέλυσαν αὐτούς. Τῷ κφʹ ἔτει ἀπέλυσε Μαβίας τὸν υἱὸν αὐτοῦ Ἐζὴδ μετὰ Βαρβάρων πολλῶν κατὰ Ῥωμαίων· καὶ ἐλθέν τες εἰς Χαλκηδόνα ᾐχμαλώτευσαν πολλούς. Παρέλαβον δὲ καὶ τὸ Ἀμώριον τῆς Φρυγίας, καὶ ἀφέντες εἰς φυλακὴν αὐτοῦ χιλιάδας πέντε ἄνδρας ἐνόπλους ἀνέκαμψαν εἰς Συρίαν. Χειμῶνος δὲ γενομένου πέμπει ὁ βασιλεὺς τὸν κουβικουλάριον Ἀνδρέαν. Καὶ πολλῆς οὔσης χιόνος ἐν νυκτὶ καταλαμβάνει, καὶ διὰ ξύλων ἀνέρχεται ἐπὶ τὸ τεῖχος, καὶ εἰσέρχεται εἰς τὸ Ἀμώριον, καὶ κτείνει τὰς πέντε χιλιάδας τῶν Ἀράβων ὡς μὴ ὑπολειφθῆναι ἕνα ἐξ αὐτῶν. Τῷ κζὶ ἔτει ἐδολοφονήθη ὁ βασιλεὺς Κώνστας ἐν Συρακούσῃ τῆς Σικελίας, ἐν τῷ βαλανείῳ ὃ λέγεται Δάφνη. Συνεισῆλθε γάρ τις αὐτῷ Ἀνδρέας, καὶ ὡς ἤρξατο σμήχεσθαι ὁ βασιλεὺς, δέδωκεν αὐτὸν μετὰ τοῦ κάδδου κατὰ τῆς κορυφῆς καὶ ἀπέκτεινε. Τὸν δὲ θάνατον αὐτοῦ αὐθημερὸν ἤκουσαν ἐν τῇ πόλει, φωνῆς ἐκ τοῦ ἁέρος ἐνεχθείσης. Καὶ προβάλλονται οἱ Συρακούσιοι Μιζίζιον Ἀρμένιον βασιλέα, βιασάμενοι αὐτὸν, ὄντα λίαν εὐπρεπῆ καὶ ὡραιότατον. Ἀκούσας δὲ Κωνσταντῖνος τὴν τοῦ πατρὸς ἀποβίωσιν μετὰ πλείστης ναυστολίας καταλαμβάνει τὴν Σικελίαν, καὶ Μιζίζιον ἀναιρεῖ σὺν τῷ φονεῖ τοῦ ἰδίου πατρός. Καὶ καταστήσας τὰ ἑσπέρια ἐπὶ Κωνσταντινούπολιν ἔρχεται, ἀποκομίσας καὶ τὸν νεκρὸν τοῦ ἰδίου πατρός. Καὶ τοῦτον μὲν ἐν τῷ ναῷ τῶν Ἀγίων Ἀποστόλων

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
