# Compendium Historiarum 1.43

Georgius Cedrenus, Compendium Historiarum, 1.43. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.43
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.43

Τοῦτον εἰς Πέρσας φασὶν ἀπελθεῖν, καὶ φαντασίας τινὰς θαυμασίων ἔργων καὶ πολέμων ἐν αὐτοῖς ἐπιδείξασθαι. Μετὰ ταῦτα ἐπὶ Πενθέα σὺν ὄχλῳ βαρεῖ ἔρχεται, καὶ τοὺς μὲν ἄνδρας σκιρτοὺς ἐκάλεσε διὰ τὸ ἅλλεσθαι καὶ πηδᾷν, τὰς δὲ γυναῖκας βάκχας. Τήν τε τῶν Βοιωτῶν βασιλείαν σφετεριζόμενος μετὰ Πενθέως πόλεμον συμβαλών χειροῦται, ὑπὸ δὲ Ἀγαύης τῆς Πενθέως μητρὸς ὡς θείας οὔσης Διονύσου λυτροῦται τῶν δεσμῶν. Μετὰ ταῦτα ἐνεδρεύσας ἀποκτείνει Πενθέα. Τῶν δὲ Βοιωτῶν αὐτὸν βασιλέα μὴ παραδεχομένων εἰς Δελφοὺς ἀπέρχεται καὶ θανὼν θάπτεται. Μετὰ Κάδμον ἐβασίλευσε τῆς Βοιωτίας Νυκτεύς. Τούτου τὴν θυγατέρα Ἀντιόπην, ἱέρειαν οὖσαν τοῦ Ἡλίου, Θεόβοιος ὁ υἱὸς Βράτωνος. ἐκ τοῦ γένους τοῦ Διὸς καταγόμενος, ἀδελφὸς δὲ τοῦ Νυκτέως, μιγεὶς γεννᾷ δίδυμα, Ἀμφίωνά τε καὶ Ζῆθον, οὓς τῇ κελεύσει τοῦ ἀδελφοῦ ῥίπτουσι πλησίον τοῦ Κιθαιρωνείου ὄρους. Ὁρδίων δέ τις γεωργὸς ἄπαις ὢν ἀνελάβετο καὶ ἀνεθρέψατο αὐτά, Τῆς δὲ Ἀντιόπης παρὰ τῇ Δίρκη φυλαττομένης ἐπὶ τὸ τιμωρηθῆναι διὰ τὸ παρανομῆσαι, ἐπεὶ πόλεμος ἐν τῇ Ἀργείων ἐκινήθη χώρᾳ, τοῦ Λύκου χρονίζοντος ἐκεῖσε ἡ Δίρκη τὸν Νυκτέα θωπευτικῶς ἠρώτα ἀπολῦσαι Ἀντιόπην. Ὁ δὲ μᾶλλον προσέταξε ταύρῳ ἀγρίῳ ταύτην προσδεθῆναι καὶ ἀποθανεῖν, ὡς τὴν παρθενίαν βεβηλώσασαν. Ἀκούσαντες δὲ τοῦτο Ζῆθος καὶ Ἀμφίων, καὶ παρὰ τοῦ ἀναθρεψαμένου τούτους μαθόντες ὡς αὕτη ἐστὶν ἡ μήτηρ αὐτῶν Ἀντιόπη, ἅμα πλείοσιν ἀγροίκοις ἐπεισπεσόντες τοὺς μὲν στρατιώτας κατακτείνουσι, Δίρκην δὲ τῷ ταύρῳ προσδεσμοῦσι καὶ φονεύουσι. Σὺν τῇ μητρὶ δὲ Ἀντιόπῃ εἰς τὴν Βοιωτίαν ἐλθόντες, ἐπεὶ ὁ Νυπτεὺς τέθνηκεν, οἱ μουσικοὶ Ζῆθος καὶ Ἀμφίων τῶν Βοιωτῶν ἔτη πολλὰ βασιλεύουσι. Κτίζουσι δὲ πόλιν μεγάλην εἰς ὄνομα. Ζὕ] τοῦ πατέρος, ἦν καὶ [ἀπὸ] Θεοβοίου Θήβας ὡνόμασαν. Ὁ μὲν Εὐριπίδης τῷ ἔθει τῶν ποιητῶν μυθολογῶν τὸν Δία φησίν εἰς Σάτυρον μεταβληθέντα τὴν Ἀντιόπην φθεῖραι, ἐξ ἧς Ἀμφίων καὶ Ζῆθος οἱ μουσικοί. Τοῦτο δὲ, φασὶν, εἶπεν ὡς καταχθέντος Θεοβοίου ἐκ τοῦ Πίκου τοῦ καὶ Ζηνὸς κατὰ μετεμψυχώσεως μετάστασιν· τοῦτο γὰρ σημαίνει τὸ Σάτυρος ὄνομα κατὰ τὴν τῶν Βοιωτῶν γλῶσσαν, τὸ εἰς ἄλλο σῶμα χωρήσειν εὐτελέστερον. Μετὰ τούτους τοὺς μουσικοὺς οἱ ἐκ τοῦ γένους αὐτῶν ἐβασίλευον Θηβαίων ἕως Οἰδίποδος υἱοῦ Ἰοκάστης καὶ Λαΐου. Οὕτος γὰρ ὁ Λάϊος βασιλεὺς ὢν Θηβαίων μετὰ Ἰοκάστης ἔσχεν υἱὸν πρῶτον Ἰοκᾶν· χρησμὸν δὲ λαβὼν περὶ αὐτοῦ ὡς τῇ ἰδίᾳ μητρὶ συναφθήσεται, ἐν ξύλῳ τοὺς πόδας καθηλώσας, ὃ δὴ καὶ κοῦσπος λέγεται, εἰς ἀπώλειαν ἐν τοῖς ὄρεσιν ἔῤῥιψεν. Ἄγροικος δέ τις ὀνόματι Μελίβιος τοῦτον εὑοὼν ἀνεθρέψατο, Οἰδίποδα μετονομάσας διὰ τὸ τοὺς πόδας αὐτοῦ ἐν τῷ ξύλῳ διῳδηκότας ὀγκωθῆναι. Μετὰ ταῦτα γυνή τις ὀνόματι Σφὶγξ, δυσειδὴς, κατάμαστος, χωριτικὴ, μετὰ πλήθους ἀγροίκων εἰς κορυφὴν μίαν μόνην εἴσοδον καὶ ταύτην στενωτάτην ἔχουσαν καθίσασα, λῃστρικῶς τοὺς παράγοντας δι´ ἐκείνης ἀνῄρει καὶ τὰς αὐτῶν ὑπάρξεις ἀφῃρεῖτο, ὡς ἀποστενοῦ σθαι τὰς Θήβας δι´ αὐτῆς μήτε στρατοῦ, μήτ´ αὐτοῦ

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
