# Compendium Historiarum 1.433

Georgius Cedrenus, Compendium Historiarum, 1.433. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.433
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.433

ὑπάρχοντα, Τιβέριον Ρ.] αὐτὸν μετονομάσας. Ἐν δὲ τῇ πόλει ἡ τοῦ βουβῶνος λύμη ἐνέσκηψε, καὶ ἐν τέσσαρσι μησὶν ἀπώλετο πλῆθος πολύ. Καταλαμβάνει δὲ Ἀψίμαρος ἅμα τῷ συνόντι αὐτῷ στόλῳ, καὶ προσώρμησεν ἐν Συκαῖς, καὶ προδοσίας γενομένης εἰσῆλθεν εἰς τὴν πόλιν. Καὶ τὸν μὲν Λεόντιον ῥινοκοπήσας ἐν τῇ τοῦ Δαλμάτου μονῇ φυλάσσεσθαι προσέταξε, τοὺς δὲ φίλους αὐτοῦ δημεύσας ἐξώρισεν. Ἡράκλειόν τε τὸν γνήσιον αὐτοῦ ἀδελφὸν, ὡς λίαν ἱκανώτατον, μονοστράτηγον πάντων τῶν ἔξω καβαλλαρικῶν θεμάτων προβαλόμενος, ἐπὶ τὰ μέρη Καππαδοκίας καὶ τῶν κλεισουρῶν διατρέχειν καὶ τὴν κατ´ ἐχθρῶν ποιεῖσθαι φροντίδα ἀπέστειλεν. Ἀψίμαρος ὁ καὶ Τιβέριος ἔτη ζʹ. Τούτου τῷ αʹ ἔτει ἐστασίασεν Ἀβδεραχμὰν ἐν Περσίδι, καὶ ἐκυρίευσεν αὐτῆς, καὶ ἐδίωξε τὸν Χαγάνον ἀπ´ αὐτῆς. Τῷ βʹ ἔτει, γέγονε θανατικὸν μέγα. Καὶ ἐπεστράτευσε Μωάμεδ σὺν τῷ πλήθει τῶν Ἀράβων κατὰ τοῦ Ἀβδεραχμάν. Καὶ. καταλαβὼν τὴν Περσίδα ἑνοῦται τῷ Χαγάνῳ, καὶ πολεμήσαντες τῷ Ἀβδεραχμὰν κτείνουσιν αὐτὸν, καὶ πάλιν τῷ Χαγάνῳ τὴν Περσικὶν ἀρχὴν ἐκχειρίζουσιν. Οἱ δὲ Ῥωμαῖοι κατέδραμον Συρίας ἕως Σαμοσάτου, καὶ προνομεύσαντες τὴν πέριξ χώραν ἀπέκτειναν, ὥς φασι, χιλιάδας διαΚκοσίας Ἀράβων, πλεῖστά τε σκῦλα καὶ αἰχμαλωσίαν πολλὴν λαβόντες ὑπέστρεψαν, φόβον μέγαν ἐμποιήσαντες αὐτοῖς. Τῶ γʹ ἔτει ἐπεστράτευσεν Ἀβδελᾶς κατὰ Ῥώμης, καὶ πολιορκήσας Ἀντάραδον καὶ μηδὲν ἀνύσας ὑπέστρεψε, καὶ ᾠκοδόμει τὴν Μοψουεστίαν, καὶ ἔθετο ἐν αὐτῇ φυλακήν Τῷ δ´ ἔτει Βαάνης ὁ Ἐπταδαίμων τὴν τετάρτην Ἀρμενίαν τοῖς Ἄραψιν ὑπέταξεν. Ἀψίμαρος δὲ Φιλιππικὸν τὸν υἱὸν Νικηφόρου πατρίκιον ἐξώρισεν ὡς ὀνειροπολούμενον βασιλεῦσαι· ἔφασκε γὰρ ἑωρακέναι κατ´ ὄναρ ὅτι ἡ κεφαλὴ αὐτοῦ ἐσκιάζετο ὑπὸ ἀετοῦ. Τῷ εʹ ἔτει ἐστασίασαν οἱ ἄργοντες Ἀρμενίας κατὰ τῶν Σαρακηνῶν, καὶ τοὺς ἐν Ἀρμενίᾳ Σαρακηνοὺς ἀπέκτειναν. Καὶ αὖθις πρὸς Ἀψίμαρον πέμπουσι καὶ Ῥωμαίους εἰς τὴν αὐτῶν χώραν φέρουσιν. Ὁ δὲ Μωάμεδ ἐπιστρατεύσας κατ´ αὐτων πολλοὺς κτείνει, καὶ τὴν Ἀρμενίαν Σαρακηνοῖς ὑποτάσσει, τοὺς δὲ μεγιστᾶνας τῶν Ἀρμενίων ζωοκαύστους ἐν ἑνὶ τόπῳ ἐποίησε. Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
