# Compendium Historiarum 1.435

Georgius Cedrenus, Compendium Historiarum, 1.435. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.435
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.435

μᾶλλον ὑβρίζετο. Ὁ δὲ Ἰουστινιανὸς μετ´ ὀλίγων Ῥωμαίων διὰ τοῦ ἀγωγοῦ εἰσῆλθεν εἰς τὴν πόλιν, καὶ θόρυβον ἀνασκαφῆς βαλὼν πρὸς βραχὺ ἐσκήνωσεν ἐν τῷ παλατίῳ Βλαχερνῶν. Ὅπερ μαθὼν Ἀψίμαρος φυγὰς εἰς Ἀπολλωνιάδα ἀφίκετο, ἄγων μεθ´ ἑαυτοῦ χρήματα πάμπολλα. Ἰουστινιανὸς δὲ ἀπέλαβε τὴν βασιλείαν. Τὸν δὲ τῆς ἀρχιερωσύνης θρόνον κατεῖχε Καλλίνικος ΙΡ. ἄθ Ἰουστινιανὸς τὸ δεύτερον ἔτη ϛʹ. Παραλαβὼν τὴν βασιλείαν, δῶρα πολλὰ δοὺς τῷ Τέρβελι καὶ βασιλικὰ σκεύη και χώραν τῆς Ῥωμαίων γῆς κόψας τὰ νῦν λεγόμενα Ζαγόρια, ἀπέλυσεν αὐτὸν ἐν εἰρήνῃ. Ἀψίμαρος δὲ φυγὼν εἰς Ἀπολλωνιάδα συλλαμβάνεται καὶ πρὸς Ἰουστινιανὸν ἄγεται, ὡσαύτως δὲ καὶ Ἡράκλειος ἀπὸ Θράκης μετά τινων ἑτέρων ἀρχόντων· καὶ ἐν τῷ τείχει πάντας ἐφούλκισεν. Ἀποστείλας δὲ καὶ εἰς τὰ μεσόγεια πάντα, πλείους ἐξ αὐτῶν εὑρὼν ἕως τριακοσίων, πάντας ἀπέκτεινε. Τὸν δὲ Ἀψίμαρον καὶ τὸν Λεόντιον πομπεύσας δεδεμένους ἐν τῇ πόλει, ἱππικοῦ γενομένου ἤγαγον δεδεμένους καὶ ἔῤῥιψαν εἰς τοὺς πόδας αὐτοῦ. Πατήσαντος δὲ εἰς τοὺς τραχήλους αὐτῶν ἄχρις ἀπολύσεως τοῦ πρώτου βαΐου ἐπεβόα ὁ δῆμος· Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ τὰ ἑξῆς. Καὶ ἀποστείλας αὐτοὺς ἐν τῷ Κυνηγίῳ ἀπεκεφάλισε. Καλλίνικον δὲ τὸν πατριάρχην ἐκτυφλώσας ἐν τῇ Ῥώμῃ ἐξώρισεν. Ἐν Κωνσταντινουπόλει δὲ Κῦρον τὸν ἐν τῇ νήσῳ Ἀμάστριδι ἔγκλειστον, ὡς προσημάναντα αὐτῷ τὴν τῆς δευτέρας βασιλείας ἀποκατάστασιν, πατριάρχην προεβάλετο. Ἀναρίθμητον δὲ πλῆθος ἔκ τε τοῦ πολιτικοῦ καὶ τοῦ στρατιωτικοῦ καταλόγου ἀπώλεσεν. Ἐντεῦθεν φόβος μέγας συνεῖχε πάντας. Ἀπέστειλε δὲ στόλον πρὸς τὸ ἀγαγεῖν τὴν γυναῖκα αὐτοῦ ἀπὸ Χαζαρίας, καὶ πολλὰ σύμψυχα ἀπώλοντο. Ἀκούσας δὲ τοῦτο Χαγάνος δηλοῖ αὐτῷ· Ὢ ἀνόητε, οὐκ ἦν διὰ δύο ἢ τριῶν πλοίων λαβεῖν σου τὴν γυναῖκα, καὶ μὴ ἀπολέσαι τοσοῦτον πλῆθος· Ἡ δοκεῖς ὅτι καὶ ταύτην πολέμῳ λαμβάνεις; Ἰδοὺ ἐτέχθη σοι καὶ υἱὸς, καὶ ἀπόστειλον λαβεῖν αὐτούς. Καὶ ἀποστείλας ἤγαγε τὴν Θεοδώραν καὶ Τιβέριον τὸν υἱὸν αὐτοῦ, καὶ ἔστεψεν αὐτούς. Τῷ γʹ ἔτει Ἰουστινιανὸς τὴν μεταξὺ Ῥωμαίων καὶ Βουλγάρων εἰρήνην διέστρεψε, καὶ διαπεράσας τὰ καβαλλαρικὰ θέματα εἰς τὴν Θράκην, ἐξοπλίσας καὶ στόλον, κατὰ τοῦ Τέρβελι ἐχώρησε, καταλαβὼν τὴν Ἀγχίαλον. Καὶ ἀφυλάκτως τοῦ στρατοῦ ἀπληκεύσαντος, ὡς εἶδον αὐτὸν οἱ Βούλγαροι ἀσυντάκτως διασκορπιζόμενον, ἐπιῤῥίψαντες πολλὴν αἰχμαλωσίαν

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
