# Compendium Historiarum 1.449

Georgius Cedrenus, Compendium Historiarum, 1.449. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.449
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.449

φεύγει εἰς τὸ Ἀμώριον. Δεξιοῦται δὲ Λογγῖνον στρατηγὸν τῶν Ἀνατολικῶν μεγάλαις ὑποσχέσεσι, καὶ σώζεται παρ´ αὐτοῦ. Ἐντεῦθεν μάχαι δεινόταται τοῖς ὑπηκόοις, ἑκατέρων βασιλέων ἀναγορευομένων. Εἰσῆλθε δὲ Ἀρτάβασδος ἐν τῇ πόλει, καὶ παρευθὺς κατὰ πᾶσαν αὐτὴν τὰς ἱερὰς ἀνεστήλωσεν εἰκόνας, ἀνηγορεύθη δὲ παρὰ τῶν θεμάτων βασιλεύς. Ἀναστάσιος δὲ ὁ ψευδώνυμος πατριάρχης, κρατήσας τὰ τίμια καὶ ζωοποιὰ ξύλα, ὥμοσε τῷ λαῷ, ὅτι Μὰ τὸν προσηλωθέντα ἐν αὐτοῖς, οὕτως μοι εἶπε Κωνσταντῖνος ὁ βασιλεὺς, ὅτι Μὴ λογίσῃ Υἱὸν Θεοῦ εἶναι ὄν ἔτεκε Μαρία, τὸν λεγόμενον Χριστόν, ἀλλὰ ὡιλὸν ἄνθρωπον· ἡ γὰρ Μαρία οὕτως αὐτὸν ἔτεκεν ὡς καὶ ἐμὲ ἡ μήτηρ μου Μαρία.» Καὶ τοῦτο ἀκούσαντες οἱ λαοὶ ἀνέσκαψαν αὐτόν. Τῷ βʹ ἔτει τέθνηκεν Ἰσὰμ ὁ τῶν Ἀράβων ἀρχηγός. Οὗτος τὴν ἀγιωτάτην Ἐκκλησίαν Ἀντιοχείας ἐπὶ τεσσαράκοντα χρόνους χηρεύουσαν, κωλυόντων τῶν Ἀράβων πατριάρχην γενέσθαι ἐν αὐτῇ, ἔχων τινὰ προσφιλῆ μοναχὸν Σύρον ὀνόματι Στέφανον, ἄγροικον, εὐλαβῆ δὲ μόνον, καὶ εἴπερ θέλοιεν συγχωρηθῆναι αὐτοῖς πατριάρχην ἔχειν, ψηφίσασθαι αὐτὸν τὸν Στέφανον. Θεόθεν τοῦτο νομίσαντες γίνεσθαι χειροτονοῦσιν αὐτὸν ἐν τῷ θρόνῳ Θοουπάλεως. Τούτῳ τῷ ἔτει ἀπέστειλε Κωνσταντῖνος πρὸς Ἰσὰμ, ὡσαύτως καὶ Ἀρτάβασδος, συμμαχίαν αἰτοῦντες ἀμφότεροι. Γέγονε δὲ ἀβροχία πολλὴ καὶ σεισμοὶ κατὰ τόπους, ὡς ἑνωθῆναι ὄρη πρὸς ἄλληλα κατὰ τὴν ἔρημον Σαβᾶ,. καὶ κώμην ὑπὸ γῆν καταποθῆναι. Τῷ δ´ αὐτῷ ἔτει Κοσμᾶς ὁ πατριάρχης Ἀλεξανδρείας ὠρθοδόξησε σὺν τῇ πόλει αὐτοῦ ἐκ τῆς τῶν Μονοθελητῶν κακοδοξίας. Τούτῳ τῷ ἕτει ἐφάνη σημεῖον ἐν τῷ οὐρανῷ. Οὐαλὶδ δὲ Πέτρον τὸν ἁγιώτατον μητροπολίτην τοῦ Δαμασκοῦ, ὡς ἐλέγχοντα τὴν τῶν Ἀράβων καὶ Μανιχαίων κακόνοιαν, ἐγλωσσοτόμησε καὶ ἐξώρισεν εἰς τὴν Εὐδαίμονα Ἀραβίαν, ἔνθα καὶ τελειοῦται μαρτυρήσας ὑπὲρ Χριστοῦ καὶ τρανῶς ἐκφωνήσας τὴν θείαν λειτουργίαν. Τούτῳ τῷ ἔτει γεγόνασιν ἐμφύλιοι πόλεμοι οἷοι οὐκ ἐγένοντο ἀπὸ καταβολῆς κόσμου. [Ρ. θ1 Τῷ γʹ ἔτει κατὰ Βορρᾶν ἐφάνη σημεῖον, καὶ κόνις κατῆλθεν εἰς τόπους. Γέγονε δὲ καὶ σεισμὸς εἰς τὰς Κασπίας πύλας· καὶ ἀνῃρέθη Οὐαλλὲ ὑπὸ τῶν Ἀράβων, ἄρξας ἔτος αʹ, καὶ κρατεῖ τῆς ἀργῆς Ἰιδ ὁ Λειψός. Τούτῳ τῷ ἔτει ὁ Κωνσταντῖνος περᾷ διὰ τῆς Ἀβύδου, καὶ τῷ χερσαίῳ τείχει τῆς πόλεως παρεκάθισε, διέδραμε δὲ καὶ ἕως τῆς Χρυσῆς πόρτης, ἐπιδεικνύων ἑαυτὸν τοῖς ὄχλοις. Ὁ δὲ Ἀρτάβασδος ἐξελθὼν τῆς πόλεως καὶ συμβαλὼν πόλεμον ἡττήθη κατὰ κράτος. Τοῦ δὲ Κοπρωνύμου τὰ πλοῖα κρατήσαντος ἐγένετο λιμὸς ἰσχυρὸς ἐν τῇ πόλει, ὥστε πραθῆναι τὸν μόδιον τῇς κριθῆς

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
