# Compendium Historiarum 1.458

Georgius Cedrenus, Compendium Historiarum, 1.458. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.458
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.458

Τῇ δὲ μέσῃ ἑβδομάδι τῶν Νηστειῶν εὖρεν ἐν· τῷ προσκεφαλαίῳ Εἰρήνης τῆς γυναικὸς αὐτοῦ εἰκόνας δύο, ἂς θεωρήσας καὶ ἀνακρίνας εὗρεν ὅτι ὁ παπίας τοῦ παλατίου εἰσεκόμισεν αὐτὰς καί τινες ἄλλοι τῶν πριμικηρίων· [θ οὓς βασάνοις πλείσταις καὶ τιμωρίαις καθυπέβαλε. Τὴν δὲ γυναῖκα αὐτοῦ Εἰρήνην σφοδρῶς ἐπιπλήξας ἐξουδένωσεν εἰπών· «Οὕτως ὥμοσας τῷ πατρί μου τῷ βασιλεῖ ἐπὶ τῶν φρικτῶν καὶ ἀχράντων τῆς πίστεως μυστηρίων;» Αὐτὴ δὲ διισχυρίσατο μὴ ἑωρακέναι αὐτάς. Αὐτὸς οῦν ἀπώσατο αὐτὴν, μὴ ἐγνωκὼς αὐτὴν ἔτι. Λιθομανὴς δὲ λίαν ὑπάρχων ἠράσθη τοῦ στέμματος τῆς Μεγάλης Ἐκκλησίας, ὅπερ ἦν Ἡρακλείου· καὶ λαβὼν ἐφόρεσεν αὐτὸ καὶ προῆλθεν. Ὑποστραφέντος δὲ ἀπηνθρακώθη δεινῶς ἡ κεφαλὴ αὐτοῦ, καὶ σφοδροτάτῳ πυρετῷ συνεχόμενος κακὴν κακῶς τὴν ψυχὴν ἀπέῤῥηξε, τῆς ἱεροσυλίας κομισάμενος τὰ ἐπίχειρα. Κόσμου ἔτος ϛογ, τῆς θείας σαρκώσεως ψοθʹ. Κωνσταντῖνος σὺν τῇ μητρὶ αὐτοῦ Εἰρήνῃ ὀρθόδοξοι ἐβασίλευσαν ἔτη ἐʹ. Τούτῳ τῷ ἔτει ἡ εὐσεβεστάτη Εἰρήνη ἄμα τῷ υἱῷ Κωνσταντίνῳ θεόθεν παραδόξως τὴν βασιλείαν ἐγχειρίζεται. Μετὰ δὲ μʹ ἡμέρας τινὲς τῆς συγκλήτου ἠθέλησαν προβαλέσθαι Νικηφόρον τὸν ἀπὸ Καισάρων εἰς βασιλέα· οὓς κρατήαασα ἡ βασιλὶς ἔτυψε καὶ ἐξώρισε. Τοὺς δὲ ἀνδραδέλφους αὐτῆς Καίσαρας καὶ νωβελισσίμους ὄντας ἀποκείρασα ἱερατεῦσαι καὶ μεταδοῦναι τῷ λαῷ πεποίηκε τῇ ἑορτῇ τῆς Χριστοῦ Γεννήσεως· ἐν ᾗ καὶ προελθοῦσα σὺν τῷ υἱῷ δεκαετεῖ ὑπάρχοντι προσΚἡνεγκε τῇ ἐκκλησίᾳ τὸ ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς ἀρθὲν στέμμα, ἐπικαλλωπίσασα διὰ μαργάρων. Τῷ αὐτῶ χρόνῳ οἱ Ἄραβες μετὰ Ῥωμαίων συμβαλόντες ἡττῶνται. Ἄρχεται δὲ ἡ εὐσέβεια καὶ ὁ λόγος τοῦ Θεοῦ πλατύνεσθαι, καὶ πᾶν ἀγαθὸν σωτηριῶδες ἐφαν εροῦτο. Τότε καὶ τῆς πανευφήμου μάρτυρος Εὐφημίας τὸ λείψανον, ὅπερ ἀένναον μύρον βλύζον διετέλει, ἀπὸ τῆς Λήμνου ἡ θεοφιλής Εἰρήνη ἐκόμισε, καὶ τὸν πλησίον τοῦ ἱπποδρόμου ναὸν αὐτης περικαθάρασα ἐκεῖ αὐτὸ κατέθετο. Ταῦτα δὲ γέγονεν, ὡς ἂν θαυμαστωθῇ ὁ Θεὸς, οὐκ ἐν δυνάμει ἀνδρῶν καὶ συνέσεως περιουσίᾳ, ἀλλ´ ἐν ἀσθενείᾳ γυναικὸς μετὰ παιδὸς ὀρφανοῦ καθαιρούσης τὴν ἄμετρον κατ´ αὐτοῦ καὶ τῶν θεραπόντων αὐτοῦ δυσσέβειαν. Τούτῳ τῷ ἔτει ἐν τοῖς μακροῖς τείχεσι τῆς Θρᾴκης ἄνθρωπός τις ὀρύσσων εὗρε λάρνακα, καὶ ταύτην ἀποκαθάρας καὶ ἀποσκεπάσας εὗρεν ἄνδρα κείμενον μέγαν καὶ γράμματα ἐγκεκολαμμένα ἐν τῇ λάρνακι περιέχοντα· «Χριστὸς μέλλει γεννᾶσθαι ἐκ Παρθένου, καὶ πιστεύω εἰς αὐτόν. Ἐπὶ δὲ Κωνῷ

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
