# Compendium Historiarum 1.459

Georgius Cedrenus, Compendium Historiarum, 1.459. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.459
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.459

βʹ ἔτει ἀπέστειλεν Εἰρήνη πρὸς Κάρουλον τὸν ῥῆγα Φραγγίας, [Ρ. ΑΖ καὶ ἐνυμφεύσατο τὴν θυγατέρα αὐτοῦ Ἐρυθρὼ λεγομένην Κωνσταντίνῳ τῷ υἱῷ αὐτῆς. Καὶ γενομένων συμφώνων καὶ ὅρκων κατελείφθη Ἐλισσαῖος ὁ εὐνοῦχος καὶ νοτάριος εἰς τὸ διδάξαι αὐτὴν τά τε τῶν Γραικῶν γράμματα καὶ τὴν γλῶσσαν, καὶ παιδεῦσαι αὐτὴν τὰ ἤθη τῆς Ῥωμαίων βασιλείας, Τῷ γʹ ἔτει εἰρηνεύσασα Εἰρήνη μετὰ τῶν Ἀράβων ἀποστέλλει Σταυράκιον πατρίκιον καὶ λογοθέτην κατὰ τῶν Σθλαβίνων· ὅς καὶ κατελθὼν ὑπέταξε πάντας καὶ ὑποφόρους ἐποίησε τῆς βασιλίδος. Ἐλθὼν δὲ ἐν Πελοποννήσῳ καὶ πολλὴν αἰχμαλωσίαν καὶ λάφυρα λαβών ἥγαγε τῇ βασιλίδι. Τῷ δʹ ἔτει Παῦλος ὁ ὅσιος καὶ ἁγιώτατος πατριάρχης ἀσθενήσας κατέλιπε τὸν θρόνον καὶ ἐν τῇ μονῇ τῶν Φλώρου ἀπεκάρη. Ἔρχεται οὖν πρὸς αὐτὸν βασίλισσα λυπουμένη, καί φησι· «Τί τοῦτο ἐποίησας;» Ὁ δὲ μετὰ θρήνων ἔφη· «Εἴθε μηδὲ ἐκάθισα ἐν τῷ τῆς ἱερωσύνης θρόνψ, τῆς Ἐκκλησίας τοῦ Θεοῦ τυραννουμένης καὶ ἐσχισμένης ἐκ τῶν λοιπῶν καθολικῶν θρόνων καὶ ἀναθεματιζομένης. Καὶ ἐὰν μὴ σύνοδος γένηται οἰκουμενικὴ καὶ τὰ ἐν μέσῳ σφάλματα διορθωθῇ, οὐκ ἔχετε σωτηρίαν.» Ἡ δὲ εἴπεν αὐτῷ· «Καὶ ἵνα τί ὑπέγραψας ἐν τῷ χειροτονεῖσθαί σε τοῦ μὴ προσκυνεῖν εἰκόνας;» Ὁ δὲ ἔφη· «Καὶ διὰ τοῦτο θρηνῶ καὶ πρὸς μετάνοιαν καταφεύγω, δεόμενος τοῦ Θεοῦ ἵνα μὴ ὡς ἱερέα με κολάσῃ, σιγήσαντα ἔως τοῦ νῦν καὶ μὴ κηρύξαντα τὴν ἀλήθειαν τῳ φόβῳ τῆς μανίας ὑμῶν.» Ἐν τούτοις ἐκοιμήθη ἐν εἰρήνη. Ἔκτοτε οὖν ἤρξατο λαλεῖσθαι ὁ περὶ τῶν ἁγίων εἰκόνων λόγος παῤῥησίᾳ ὑπὸ πάντων. Τῷ εʹἕτει συναγαγοῦσα ἡ βασιλὶς Εἰρήνηπᾶσαν τὴν σύγκλητον καὶ τὸν λαὸν ἐζήτει τίς γενήσεται πατριάρχης, καὶ πάντες ἐξεφώνησαν Ταράσιον τὸν ἀσηκρῆτις. Ὁ δὲ παρητεῖτο, τὴν τῶν λαῶν καὶ τῶν ἐκκλησιῶν προβαλλόμενος διχοστασίαν, καὶ σύνοδον ἐξαιτῶν γενέσθαι. Τῆς δὲ βασιλίσσης καὶ τοῦ λαοῦ τοῦτο κατανευσάντων, τῇ κεʹ τοῦ Δεκεμβρίου μηοὸς τῆς ηʹἰνδικτιῶνος χειροτονεῖται ὁ ὅσιος Πατὴρ ἡμῶν Ταράσιος πατριάρχης Κωνσταντινουπόλεως. Καὶ ἀποστείλας ἐν Ῥώμῃ τὰ συνοδικὰ καὶ τὸν λίβελλον τῆς πίστεως αὐτῶν ἀπεδέχθη παρὰ τοῦ Ρπάπα Ἀδριανοῦ. Τῷ ϛʹ ἔτει, συνόδου κηρυχθείσης ἐν τῷ ναῷ τῶν Ἀγίων Ἀποστόλων, συνηθροίσθησαν καὶ οἱ ὑπηρέται τοῦ διαβόλου, καὶ μετὰ ξιφῶν εἰσελθόντων σὺν αὐτῷ ἐταράχθησαν καὶ ὑπέστρεψαν. Τῷ ζʹ ἔτει ἠνοίχθη ἐν Νικαίᾳ ἡ καθολική Τῇ δὲ θʹ τοῦ Σεπτεμβρίου, ἡμέρᾳ αʹ ὥρα ὅ ἔκλειψις γέγονεν ἡλίου μεγίστη. Τῷ δὲ ηʹ ἔτει, παρελθόντων ἀπὸ τῆς ϛʹ συνόδου

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
