# Compendium Historiarum 1.46

Georgius Cedrenus, Compendium Historiarum, 1.46. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.46
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.46

χρησμὸν ᾠκοδόμησε θυσιαστήριον ἀνὰ μέσον Βαιθὴλ καὶ Ἀγγαί. Διαπεράσας δὲ τὸν Εὐφράτην τὴν προσωνυμίαν ἔλαβεν· Ἑβραῖοι γὰρ περᾶται λεγονται. Οἱδὲ ἀπὸ Ἔβερ λέγουσιν αὐτοὺς καλεῖσθαι Ἐβραίους. Καὶ τῷ πα´ ἔτει αὐτοῦ, ἤτοι τῷ ζʹ ἕτει τῆς αὐτοῦ παροικίας, κατῆλθεν εἰς Αἴγυπτον μετὰ Σάῤῥας. Τούτοις τοῖς χρόνοις ἤκμασε Μελχισεδὲκ, παρθένος ἱερεὺς ἀγενεαλόγητος, ἐν ἄρτῳ καὶ οἶνῳ προτυπῶν τὴν ἀναίμακτον θυσίαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Υἱὸς δὲ ἦν ὁ Μελχισεδὲκ Σίδου βασιλέως, υἱοῦ Λἰγύπτου, ὃς καὶ κτίζει Σιδῶνα πόλιν. Ἀπάτωρ δὲ καὶ ἀμήτωρ καὶ ἀγενεαλόγητος λέγεται διὰ τὸ μὴ ἐξ Ἰουδαϊκῆς γενεᾶς κατάγεσθαι καὶ διὰ τὸ τοὺς γονεῖς αὐτοῦ πονηροὺς ὄντας μὴ ἀριθμεῖσθαι μετὰ ὁσίων, καὶ ὅτι τῶν Χαναναίων ἄρχων τῆς Ἰερουσαλὴμ ἐβασίλευε· μελχὶ γὰρ βασιλεὺς ἑρμηνεύεται, σεδὲκ δὲ δικαιοσύνη. Ἰερουσαλὴμ δὲ καὶ ἡ πόλις ὡνομάσθη, πρῴην Ἰεβοῦς]Ρ. Δθ]. λεγομένη διὰ τὸ Ἰεβουσαίους οἰκεῖν ἐν αὐτῇ. Τὸ γὰρ Ἰεβοῦς κατὰ τροπὴν τοῦ β εἰς ρ γίνεται Ἱεροῦ· τὸ δὲ σαλὴμπροστιθέμενον Ἰερουσαλὴμ ὄνομα ἀποτελεῖ. Σαλὴμ γὰρ εἰρήνην σημαίνει. Τοῦτο δὲ ὡνομάσθη ἢ διὰ τὸ τὸν Μελχισεδὲκ ἱερατεύειν Θεῷ ἐν αὐτῇ, ἢ διὰ τὸ ἱερὸν εἶναι τοῦ Θεοῦ κατὰ τόπον. Τοῦτο δὲ καὶ ἐπὶ τοῦ Ἰορδάνου γέγονε· δύο γὰρ ποταμοὶ ὅ τε Ἰὸρ καὶ ὁ Δὰν μιγνύμενοι καὶ ἕνα ποταμὸν ἀποτελοῦντες καὶ τὰς ἐπωνυμίας ἥνωσαν. Ἐπεὶ δὲ ἀπὸ ἀλλοτρίου ἔθνους καὶ οὐκ ἀπὸ τοῦ Ἀβραὰμ ὁ Μελχισεδὲκ κατάγεται, οὐκ ἐγράφη δὲ πότε ἐγεννήθη καὶ ἀπὸ ποίου πατρὸς καὶ μητρὸς ἢ πότε ἀπέθανε, δικαίως ἂν λέγοιτο μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχειν αὐτόν· οὐ γὰρ ἠδύνατο γενεαλογηθῆναι, ἐκ τῶν παραλειφθέντων ἐθνῶν καταγόμενος. Τῷ δὲ πϛʹ ἔτει τοῦ Ἀβραὰμ ἔτεκεν Ἄγαρ τὸν Ἰσμαήλ· τοῦ δὲ κόσμου ἦν ἔτος γτίηʹ. Καὶ πῦρ κατὰ τῆς Πενταπόλεως ὑετίζει Θεὸς, καὶ ἀναλίσκει μὲν ἐξ αὐτῆς ἅπαν τὸ γένος τῶν ἀνθρώπων, διαφθείρει δὲ καὶ αὐτὸ τὸ ἀνάστημα τῆς γῆς, καὶ τῆς προκειμένης θαλάσσης νεκροῦται τὰ ὕδατα. Μετὰ ταῦτα τῆς κατὰ Μαμβρῆ δρυὸς ἀπαναστὰς ὁ Ἀβραὰμ ἐπὶ τὸ φρέαρ κατασκηνοῖ τοῦ ὅρκου. Ἑαυτῷ δὲ ἰδίᾳ καὶ τοῖς οἰκέταις αὐτοῦ κατὰ συγγενείας πηξάμενος σκηνὰς, τότε πρῶτον Ἀβραὰμ τῆς σκηνοπηγίας ἐπὶ ἐπτὰ ἡμέρας ἐπιτελεῖ τὴν ἑορτήν, ἣν εἰσέτι καὶ νῦν ὁ Ἰουδαῖος ἑορτάζει σκηνοπηγῶν. Ἐκ γοῦν τοῦ Ἰσμαὴλ Ἰσμαηλῖται οἱ Σαρακηνοὶ ὀνομάζονται. Σαρακηνοὺς δὲ ἑαυτοὺς μετωνόμασαν, ἀπαξιοῦντες καλεῖσθαι δουλικῶς Ἀγαρηνοί· οἱ δέ φασιν ὅτι Σαῤῥα τὴν Ἄγαρ κενὴν ἐξαπέστειλε κληρονομίας. Παροικήσας δὲ ἐν Γεράροις, τὴν νῦν Ἀσκάλωναλεγομένην, μετὰ τὴν τῆς Σάῤῥας τελευτὴν ἔλαβε τὴν Χεττοῦραν εἰς γυναῖκα, ἐν τῷ γήρᾳ αὐτοῦ· ἀφ´ ἧς ἔσχεν υἱοὺς πέντε, Ζεμβρίαν, Ἰεξὰν, Μαδὰμ, Μαδιὰμ, Ἰεσβών. Ῥτι ὁ Λὼτ χωρισθεὶς τοῦ Ἀβραὰμ κατῴκησεν εἰς Σόδομα δι´ ἀρετὴν καὶ κάλλος τῆς γῆς, ἐχούσης πέντε πόλεις, Σόδομα, Γόμοῤῥα, Ἀδάμα, Σεβόῖν καὶ

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
