# Compendium Historiarum 1.47

Georgius Cedrenus, Compendium Historiarum, 1.47. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.47
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.47

Σηγὴρ καὶ τοσούτους βασιλεῖς. Τούτοις οἱ πλησιόχωροι τέσσαρες βασιλεῖς Σύρων ἐπολέμησαν, ὧν ἡγεῖτο Χοδολλογομὸρ βασιλεὺς ὁ Ἰλάμ. Συνέβαλον δὲ παρὰ τὴν θάλασσαν τὴν ἁλικήν. Καὶ καλεῖται νῦν θάλασσα Νεκρὰ, πλεῖστα θαυμάσια ἔχουσα, ἃ ἐγὼ ἐθεασάμην. Ζῷον τε γὰρ οὐδὲν ἐκεῖνο φέρει τὸ ὕδωρ, καὶ νεκρὰ μὲν σώματα ὑποβρύχια γίνεται, ζῶν δέ τις οὐδ´ ἂν ῥᾳδίως βαπτίσαιτο. Καὶ λύχνοι μὲν καιόμενοι ἐπιφέρονται, σβεννύμενοι δὲ καταδύουσιν. Ἐνταῦθά εἰσιν αἱ τῆς ἀσφάλτου πηγαί. Φέρει δὲ. στυπτηρίαν καὶ ἅλας ὀλίγον τι τῶν ἄλλων διαφέροντα· πικρά τε γάρ εἰσι καὶ διαυγῆ. Ἔνθα δ´ ἂν καρπὸς [Ρ Ζθ] εὐρεθῇ, καπνοῦ πλέον εὐρίσκεται οὐδέν. Τὸ δὲ ὕδωρ ἰᾶται τοὺς χρωμένους αὐτῷ, λήγει τε παντὶ ὕδατι πάσχον τὰ ἐναντία. Εἰ δὲ μὴ Ἰορδάνην εἶχεν ὁ τόπος τροφὴν ὡς πορφύραν διατρέχοντα καὶ ἐπὶ πολὺ ἀντέχοντα, ἔληξεν ἄν θᾶττον ἢ φαίνεται. Ἔτι δὲ παρ´ αὐτῇ πάμπολυ τὸ βαλσάμου φυτόν. Ὑπονοεῖται δὲ ἀνατετράφθαι ὑπὸ τοῦ Θεοῦ διὰ τὴν τῶν περιοικούντων ἀσέβειαν. Ὅτι ὁ Ἰσαὰκ γέλως μεθ´ ἡδονῆς ἑρμηνεύεται· διὰ γὰρ τὸ ἐπιμειδιᾶσαι τὴν Σάῤῥαν τῇ θείᾳ τοῦ ἐν γήρᾳ τοκετοῦ ἐπαγγελίᾳ κέκληται οὕτω κατὰ τὴν Ἑβραϊκὴν διάλεκτον. Γεννηθέντος Ἰσαὰκ ἔτος ην κόσμου γυιγʹ. Κατὰ τούτους δὲ τοὺς χρόνους ἐν οἷς Ἰσαὰκ ἐγεννήθη, ἐν Κρήτῃ ἄρξαι Κρόνον καὶ Ῥέαν Ἔλληνες ἱστοροῦσι. Τοῖς δὲ τὸν Ἀτλάντιον κόλπον οἰκοῦσι τοῦ Ὠκεανοῦ πρῶτον Οὐρανὸν τοὔνομα βασιλεῦσαι, γήμαντα Τιτάν, ἀφ´ οὗ Τιτᾶνας ὀνομασύῆναι. Τοῦτον λέγουσι γενόμενον ἐπιμελῆ παρατηρητὴν τῶν ἄστρων πολλοῖς προλέγειν τὰ κατὰ κόσμον. Τῷ δὲ πεʹ ἔτει Ἀβραὰμ λιμοῦ γενομένου κατέβη αὐτὸς εἰς Αἴγυπτον. Ἐν τούτῳ τῷ ἔτει τῆς Κρήτης βασιλεύει Ζεὺς ὁ τοῦ Κρόνου υἱὸς καὶ Ἦρα. Γίνεται δὲ καὶ ὁ Τιτάνων πρὸς Δἰα πόλεμος. Καὶ Διόνυσος, οὐχ ὁ τῆς Σεμέλης ἀλλ´ ἄλλος τούτου πολὺ ἀρχαιότερος, τὸν οἶνον ἐξεῦρε καὶ ἐν τοῖς ληνοῖς ἀπέθλιψεν, ἀφ´ ὧν καὶ Ληναῖος ὡνομάσθη. Ὡς καὶ Δήμητρα λέγεται ἐφευρεῖν τὸν σῖτον καὶ τὴν κριθήν. Αὕτη δέ ἐστιν ἡ παρ´ Αἰγυπτίοις τιμωμένη Ἶσις. Ὁ δὲ Διάνυσος παρ´ Αἰγυπτίοις Ὅσιρις λέγεται. Ἐνταῦθα δὲ καὶ ἡ Μαρσύου τοῦ Φρυγὸς ἔρις κατὰ τοὺς μύθους πρὸς Ἀπόλλωνα διὰ τὴν κιθάραν· ἐλθεῖν πρὸς Διόνυσον εἰς Νύσσαν, κἀκεῖ τὸν Μαρσύαν ἡττηθέντα ἐκδαρῆναι ζῶντα παρὰ τοῦ Ἀπόλλωνος διὰ τὴν ὁργὴν, τάς τε χορδὰς ἐκρῆξαι καὶ τὴν εὑρημένην ἀρμονίαν ἀφανίσαι. Ὕστερον δὲ Μούσας καὶ Ὀρφέα ταύτην ἀνευρεῖν Λίνῳ. Τότε καὶ τοὺς παῖδας τοῦ Οὐρανοῦ ἀκμάσαι, ὧν τὸν μὲν Ἄτλαντα ἐπιφανέστατον γενόμενον λαχεῖν τοὺς παρὰ τὸν ὠκεανὸν τόπους. Καὶ πρῶτόν φασι τὴν ἀστρολογίαν ἐξακριβῶσαι καὶ τὸν σφαιρικὸν λόγον ἐξενεγκεῖν, ἀφ´ ἦς αἰτίας δόξαι τὸν κόσμον ἐπὶ τῶν Ἄτλαντος ὥμων ὀχεῖσθαι. Ἐν τῆ λεπτῇ Γενέσει κεῖται ὅτι Μασνιφὰτ ὁ ἄοχων τῶν δαιμονίων προσελθὼν τῷ Θεῷ εἶπεν· «Εἰ ἀγαπᾷ σε Ἀβραάμ, θυσάτω σοι τὸν υἱὸν αὐτοῦ.» Τᾷ

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
