# Compendium Historiarum 1.475

Georgius Cedrenus, Compendium Historiarum, 1.475. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.475
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.475

καὶ Θεόδοτος ἠκριβώσατο εἰς τὸν εἰρημένον ἀπελθὼν τόπον, τὸν ἄνδρα τε κατεφώρασεν ἐκ τῶν γνωρισμάτων, καὶ κατ´ οὐδὲν διαψεύδεσθαι ἔγνω τὴν ἄνθρωπον. Τῷ μὲν οὖν βασιλεῖ ἀπήγγειλε τῶν ἐγνωσμένων οὐδὲν, κενολογίαν δὲ τὰ τῆς γυναικὸς ἐκάλει ῥήματα καὶ φλυαρίαν μηδὲν ἴχνος φέρουσαν ἀληθείας. Τὸν Λέοντα δὲ λαβὼν τῆς χειρὸς, καὶ εἰς τὸν ναὸν εἰσελθὼν Παύλου τοῦ Ἀποστόλου κατὰ τὸ ὀρφανοτροφεῖον καὶ πίστεις δοὺς αὐτῷ καὶ λαβὼν, ἀνακαλύπτει τὰ ἔκφορα, τὴν μὲν ἀλήθειαν ἀποκαλύψας, εἰπών δ´ ἐκ θείας ἀποκαλύψεως πεπληροφορῆσθαι ὡς τῆς Ῥωμαίων ἡγεμονίας πάντως ὁ Λέων γενήσεται ἐγκρατής. Ἐκβεβηκυίας δὲ τῆς προῤῥήσεως ἐξήτει μὴ ἄμισθον αὐτῷ γενέσθαι τὸ εὐαγγέλιον. Καὶ ὁ Λέων, εἰ ὁ λόγος εἰς ἔργον ἐκβαίη, ὑπέσχετο ὧν δέοιτο μὴ ἀτυχήσειν αὐτόν. Ἀλλὰ ταῦτα μὲν συνετίθετο οὕτως. Συνέβη δὲ καὶ δι´ ἄλλας μὲν αἰτίας Ῥωμαίοις τε καὶ Βουλγάροις ἀναῤῥιπισθῆναι τὸν προῤῥηθέντα πόλεμον, οὐχ ἥκιστα δὲ καὶ διὰ τὴν ῥηθήσεσθαι μέλλουσαν. Βούλγαροί τινες ἐξ ἠθῶν ἀναστάντες τῶν πατρῴων τὴν Ῥωμαίων καταλαμβάνουσι παγγενεὶ, καὶ παρὰ τοῦ βασιλέως προσδεχθέντες Μιχαήλ ἐν διαφόροις ἐγκατοικίζονται χώραις. Καί τινες δὲ Ῥωμαῖοι τῶν ἐν τοῖς προηγησαμένοις αἰχμαλωτισθέντων πολέμοις τὰ δεσμὰ διαῤῥήξαντες εἰς τὰς ἑαυτῶν ἐπανῆκον πατρίδας. Τούτους ἅπαντας ὁ τῶν Βουλγάρων ἀρχηγὸς Κροῦμος ἐκδοθῆναί οἱ ἀπῄτει. Τισὶ μὲν αλν τῶν Ῥωμαίων ἐπαινετὴ ἐδόκει ἡ ἔκδοσις, ἧτινι καὶ ὁ βασιλεὺς καί τινες ἀξιόλογοι συγκατετίθεντο μοναχοί· οντο γὰρ διὰ τῆς τῶν προσφύγων ἐκδόσεως τῆς Βαρβαρικῆς ἀπαλλαγήσεσθαι λεηλασίας. Τινές δ´ ἀπηρέσκοντο πρὸς τὴν γνώμην, [Ρθ ὧν κορυφαῖος ἐτύγχανε Νικηφόρος ὁ πατριάρχης καὶ ὁ μάγιστρος Θεόκτιστος ἐπ´ ἀρετῇ καὶ συνέσει πρωτεύων τῷ τότε, καὶ ἄλλοι δὲ οὐκ ὀλίγοι, ἐφεῖναι λέγοντες τὰ καθ´ ἑαυτοὺς τῷ Θεῷ, καὶ μὴ διὰ προσφύγων ἐκδόσεως τὴν τοῦ Θεοῦ παραλιπόντας παναλκῆ βοήθειαν τὴν τοῦ Βαρβάρου ἐξευμενίζεσθαι ἀλαζονείαν Μηδαμῶς δὲ συμβάσης τῆς τοιαύτης ἐπιτάσεως τοῦ Κρούμου, ὁ προλεχθεὶς ἀνεῤῥιπίσθη πόλεμος, καὶ ἡ τροπὴ καὶ ὁ πολὺς φθόρος τῶν Ῥωμαίων ἐπηκο πύθησεν, ἄλλο τι τοῦ Θεοῦ, ὡς ἔοικε, προοικονομοῦντος. Τέως δὲ τὴν βασίλειον ἀρχὴν περιζωσάμενος ὁ Λέων Θωμᾶν μὲν, ἔνα τῶν τριῶν ὄντα οὓς ὁ λόγος ἱστόρησε φθάσας συνεῖναι τῷ Βαρδανίῳ ὁπηνίκα πρὸς τὸν μοναχὸν ἐν τῷ Φιλομιλίῳ ἐφοίτησεν, ἄνδρα νέον καὶ ὁρμητίαν τουρμάρχην ἀνέδειξε τοῦ φοιδεράτων τάγματος, Μιχαὴλ δὲ τὸν Τραυλὸν, καὶ αὐτὸν ἕνα τῶν τριῶν ὄντα, οὗ τὸν υἱὸν ἐκ τῆς ἁγίας ἀνεδέξατο κολυμβήθρας, πατρίκιον ἀνεῖπε καὶ κόμητα τῆς τῶν ἐξκουβίτων σχολῆς, καὶ τἄλλα διεπόνει τῆς βασιλείας καθώσπερ ἠν αὐτῷ βουλητόν. Οἱ Βούλγαροι δὲ πλέον τῆ πρὸ μικροῦ τῶν Ῥωμαίων ἥττῃ ἐκφυσηθέντες τὴν Θρᾴκην κατέτρεχον καὶ τὰ ἐν ποσὶν· εδήατεῖλαι

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
