# Compendium Historiarum 1.476

Georgius Cedrenus, Compendium Historiarum, 1.476. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.476
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.476

και λόγους κινῆσαι περὶ εἰρήνης. Τοῦ δὲ Βουλγάρου φρυαξαμένου καὶ τὴν εἰρήνην παρωσαμένου, ἐδέησε μάχης ἐξ ἀνάγκης τῷ βασιλεῖ. Καὶ γοῦν καὶ συναθροισθέντων τῶν στρατευμάτων μάχη συνέστη κρατερὰ, καὶ πάλιν ἡττήθη τὰ Ῥωμαϊκὰ στρατεύματα. Τῶν δὲ Βουλγάρων τῇ διώξει ἐπικειμένων, ὁ βασιλεὺς εν τινι ὑπερδεξίῳ τόπω ἑστὼς μετὰ τῆς περὶ αὐτὸν ἑταιρείας κατεσκόπει τὰ δρώμενα. Καὶ κατανοήσας ὡς ἀσύντακτοι καὶ πᾶσαν τάξιν ἀπολείποντες οἱ Βούλγαροι ἐπιδιώκουσι τοὺς φεύγοντας, παρακαλέσας τοὺς ἀμφ´ αὐτὸν καὶ ἄνδρας ἀγαθοὺς γενέσθαι καθικετεύσας καὶ μὴ τῶν Ῥωμαίων εὔκλειαν περιιδεῖν χωροῦσαν εἰς τὸ μηδὲν, ἐπιτίθεται ὁᾳγδαίως αὐτοῖς. Καὶ τῷ παραδόξῳ τῆς ἐπιθέσεως τρεψάμενος τοὺς παρατυχόντας, καὶ τὸ λοιπὸν τῶν Βουλγάρων στράτευμα τῷ αἰφνιδίῳ κατέπληξε καὶ ταραχῆς καὶ φόβου ἐνέπλησε, καὶ ἀλκῆς οὐδεὶς ἐμέμνητο. Τούτων ἔπεσον μὲν ἐν τῇ προσβολῇ πολλοὶ, καὶ αὐτὸς ὁ τῶν ὅλων ἀρχηγὸς, εἰ καὶ ταχέως ὑπὸ τῶν οἰκείων ἴππῳ κέλητι ἀναχθεὶς δρασμῷ τὴν σωτηρίαν ἐπραγματεύσατο, ἑάλωσαν δὲ καὶ τῶν πεσόντων πολλῷ πλείους. Τοῦτο τὸ ἔργον τὰ μὲν τῶν Βουλγάρων ἐταπείνωσε φρονήματα, τὰ δὲ τῶν Ῥωμαῖκῶν κεκυφότα καὶ πρὸς γῆν νεύοντκ ἀναθαῤῥῆσαι πεποίηκεν. Ὁ δὲ βασιλεὺς μετὰ λαμπρῶν τῶν τροπαίων καὶ λείας ὅτι πολλῆς τὴν δασιλίσα καταλαβὼν τῶν ἐν χερσὶν εἴχετο πραγμάτων. Ἄρτι δὲ καὶ εἰς μνήμην ἐλθὼν τοῦ κατὰ τὸ Φιλομίλιον μοναχοῦ, ἔγνω δώροις καὶ ἀναθήμασιν αὐ ὸν τῆς ἐπ´ αὐτῷ προφητείας ἀμείψασθαι. [...]Β. ἑᾳ] Ἐξαπέστειλε γοῦν τινα τῶν πιστοτάτων, ἀναθήματα εἰς αὐτὸν κομίζοντα καὶ ἔπιπλα καὶ σκεύη ἀργυρᾶ καὶ χρύσεα καὶ εἴδη εὐώδη τῶν εἰς ἡμᾶς ἐξ Ἰνδίας κομιζομένων. Ἀλλ´ ἐκεῖνος μὲν ὁ μοναχὸς ἔτυχε προαποθανεῖν, κατέστη δὲ τῇ κέλλῃ αὐτοῦ διάδοχος μοναχός τις ἄλλος, τὴν κλῆσιν Σαββάτιος, τῆς ἀθέου τῶν εἰκονομάχων αἱρέσεως ἀνάπλεως ὥν. Ὁ τοῦτον ὁ παρὰ βασιλέως πεμφθεὶς ἀφικόμενος τά τε ἀπεσταλμένα τῷ αὐτοῦ καθηγητῇ παρὰ βασιλέως δῶρα δέξασθαι παρηγγύα, καὶ γράμμασι καὶ εὐχαῖς τὸν πέμψαντα ἧάνταμείψασθαι. Ὁ δὲ τὰ μὲν ἀπεσταλμένα λαβεῖν οὐκ ἠθέλησεν, αὐτὸν δὲ ὀπισθόρμητον ἀπιέναι παρεκελεύσατο, ἀνάξιον εἶναι λέγων καὶ τὸν βασιλέα τῆς ἁλουργίδος ὡς εἰδώλοις προστετηκότα καὶ τοῖς λόγοις ἑπόμενον Εἰρήνης τῆς βασιλίδος καὶ Ταρασίου τοῦ πατριάρχου· ὧν τὴν μὲν παρδὼ καὶ θυάδα τὴν Εἰρήνην, τὸν δὲ ἐν πατριάρχαις ἀοίδιμον Ταράξιον κατωνόμαζεν ὁ παμίαρος. Ἠπείλει δὲ καὶ ταχεῖαν ἔκπτωσιν τῆς βασιλείας τῷ βασιλεῖ καὶ τοῦ βίου καταστροφὴν, εἰ μὴ θᾶττον τοῖς αὐτοῦ λόγοις πεισθεὶς τὰς θείας καταστρέψειε στηλογραφίας. Δεξάμενος δὲ τὰ γράμματα ὁ αὐτοκράτωρ, καὶ παρὰ τοῦ ἀγγέλου δὲ μαθὼν ὅσα τε ὁ μοναχὸς εἶπε καὶ ὅσα αὐτὸς ἥκουσε, καὶ ταραχῆς ἀνάπλεως γεγονὼς, Θεόδοτον μετεπέμψατο τὸν Μελισσηνὸν καὶ περὶ τοῦ σκέμματος ἀνκκοινοῦτο τὰ ποιητέα. Ὁ δὲ καὶ πάλαι τῇ τοιαύτῃ αἰρέσει κατεσχημένος, καὶ καιρὸν ζητῶν παῤῥησιάσασθαι

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
