# Compendium Historiarum 1.481

Georgius Cedrenus, Compendium Historiarum, 1.481. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.481
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.481

καὶ σήμερόν με τοῦ ἁμαρτήματος ἠλευθέρωσας, Οὕτω τὸ μέλλον, εἰ καὶ πόῤῥω προφητικῆς ἦν ἐπιπνοίας, ἀληθῶς ἀπεφοίβασε. Λέγουσι δ´ ὅτι καὶ χρησμὸς ἦν ἄνωθεν αὐτῷ δεδομένος ὡς κατὰ τὴν ἡμέραν τῆς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν κατὰ σάρκα γεννήσεως πέπρωται αὐτῷ τήν τε βασιλικὴν εὐδαιμονίαν ἀποβαλεῖν, προσαπολέσαι δὲ καὶ αὐτὴν τὴν ζωήν. [Ρ. θ] Σιβυλλιακὸς δὲ ἦν ὁ χρησμὸς, ἔν τινι βίβλῳ τῆς βασιλικῆς βιβλιοθήκης ἐγγεγραμμένος, οὐ χρησμοὺς μόνον ἀπλῶς ἐχούσῃ, ἀλλὰ καὶ μορφὰς καὶ σχήματα τῶν βασιλέων διὰ χρωμάτων. Ἦν οὖν θηρίον μεμορφωμένον ὁ λέων ἐν τῷ βιβλίῳ, ἄνωθεν δὲ τῆς αὐτοῦ ῥάχεως ἐπεγέγραπτο τὸ χῖ στοιχεῖον μέχρι καὶ αὐτῆς τῆς γαστρὸς, κατόπιν δέ τις ἀνὴρ ἐπιθέων δόρατι καιρίαν ἐδίδου πληγὴν τῷ θηρίῳ διὰ μέσου τοῦ χῖ. Ἀσάφειαν δ´ ὑποφαίνοντος τοῦ χρησμοῦ, μόνος ὁ τηνικαῦτα κοιαίστωρ αὐτὸν διετράνου, Λέοντα μέλλειν φήσας τινὰ βασιλέα κατ´ αὐτὴν τὴν ἡμέραν τῆς τοῦ Χριστοῦ Γεννήσεως θανάτῳ ὀλεθρίῳ παραδοθῆναι. Ὑπέθραττε δὲ οὐδὲν ἦττον τὸν βασιλέα καὶ ἐξεδειμάτου καὶ ἡ τῆς οἰκείας μητρὸς ὄψις. Ἔδοξε γὰρ αὕτη κατὰ τὸν ἐν Βλαχέρναις θεῖον ναὸν τῆς Θεοτόκου φοιτῶσα συνεχῶς κόρῃ τινὶ συναντᾷν λευχείμοσιν ἀνδράσι δορυφορουμένῃ, ἑώρα δὲ καὶ τὸν θεῖον ναὸν αἴματος πεπλησμένον. Προστάξαι δὲ τὴν θεαθεῖσαν κόρην ἑνὶ τῶν λευχειμόνων ἀνδρῶν χύτραν τινὰ πλήσαντι αἵματος τῇ μητρὶ τοῦ Λέοντος ἐπιδοῦναι πιεῖν· αὐτῆς δὲ πολυετῆ χηρείαν προβαλλομένης, δι´ ἡν μήτε κρεῶν μήτε τινὸς τῶν ἐναίμων γεύσασθαι, καὶ διὰ τοῦτο μηδὲ ταύτης τῆς χίτρας ἅψασθαι, «Καὶ πῶς, ἔφησεν ἡ κόρη μετὰ θυμοῦ, οὐ παύεται ὁ σὸς υἱὸς πολλῶν ἐμπιπλῶν αἱμάτων ἐμὲ καὶ τὸν ἐμὸν παροργίζων Υἱὸν καὶ ῼεόν·» Πολλά τε ἔκτοτε τὸν ἑαυτῆς ἐξελιπάοειυἱλν τῆς τῶν Εἰκονομάχων ἐκστῆναι αἱρέσεως, τὴν ὄψιν ἐκτραγῳδήσασα. Καὶ ἑτέρα δέ τις ὄψις οὐ μικρῶς συνετάρασσε· Ταράσιος γὰρ ὁ ἀοίδιμος πατριάρχης, πάλαι τὸν βίον μετηλλαχώς, Μιχαήλ τινα ἐδόκει καλεῖν ἐξ ὀνόματος ἐν ὀνείροις, ἐπιπηδῆσαι προτρεπόμενος τῷ Λέοντι καὶ καιρίαν πλῆξαι αὐτόν, Ἐστρόβει δὲ αὐτὸν καὶ ἡ τοῦ κατὰ τὸ Φιλομίλιον μοναχοῦ πρόῤῥησις καὶ ἡ τῆς ἐσθῆτος μεταμφίασις, ἣν ὁ Μιχαὴλ ἐποιήσατο, ὥς που φθάσαντες ἰστορήσαμεν. Οἷς ἅπασι δειματούμενος ὁ βασιλεὺς ἐπάλλετό τε τῷ δέει καὶ τὴν ψυχὴν ἐκυμαίνετο. Διὸ καὶ ἄγρυπνος διετέλει παρ´ ὅλην τὴν νύκτα. Σοφώτερα τοίνυν ἢ βασιλικώτερα βουλευσάμενος, τὴν ἐπὶ τὸν παπίαν φέρουσαν πυλίδα διαῤῥήξας κατεσκόπει τὰ ἔνδον. Εἰσελθὼν δὲ εἴς τι δωμάτιον θέαμα ὁρᾷ εἰς ἔκπληξιν οὐ τὴν τυχοῦσαν ἄγον αὐτόν· εἶδε γὰρ τὸν μὲν κατάκριτον ἐπὶ στιβάδος ὑψηλῆς πάνυ μεγαλοπρεπῶς ἀνακείμενον, τὸν δὲ παπίαν ἐπὶ ξηροῦ κατακλινόμενον τοῦ ἐδάφους. Περιεργότερον δὲ προσελθὼν ἐπεσκόπει τὸν Μιχαὴλ, εἰ ὅπερ φιλεῖ ἐν τοῖς κυμαινομένοις καὶ τὴν ζωὴν ἀμφίβολον ἔχουσι γίνεσθαι, ἐπιπόλαιόν τινα καὶ ἐμμέριμνον ὑπνώττει ὕπνον ἢ τούναντίον ἀφρόντιδα καὶ ἡδύν. Β. θ] Ὡς δ´ εὕ. ρεν ἀνέτως ὑπνοῦντα(κα γὰρ οὐδ´ ἐπαφώμενος αὐτοῖς

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
