# Compendium Historiarum 1.488

Georgius Cedrenus, Compendium Historiarum, 1.488. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.488
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.488

συμπεισθέντων αὐτῷ συστρατεύεσθαι. Ὁ Θωμᾶς γὰρ εἰ καὶ τὸν ἔτερον τῶν ποδῶν εἶχε πεπηρωμένον καὶ τὸ γένος βάρβαρος ἦν, ἀλλ´ οὖν τῇ γε πολιᾷ αἰδέσιμος ἐτύγχανεν ὢν καὶ τὸ εὐπροσήγορον καὶ Κἀστεῖον εἶχεν, ἅπερ φιλεῖ ὁ στρατιώτης λαὸς, ἀλλὰ καὶ τῶν κατὰ γενναιότητα σώματος οὕ τινος ἐφαίνετο δεύτερος. Οὗτος τοίνυν ὁ Θωμᾶς πᾶσαν τὴν Ἔω παραλαβὼν, καὶ τοὺς τῶν δημοσίων πράκτορας φόρων ὑφ´ ἑαυτὸν ποιησάμενος, καὶ μεγαλοφροσύνῃ καὶ ἐπιδόσει ἄκρᾳ χρησάμενος, πολὺς ἐκ μικροῦ γέγονε καὶ ἐξ ἀσθενοῦς ἰσχυρός· τοὺς μὲν γὰρ ἦγε πειθοῖ καὶ φιλίᾳ, ὁπόσοις ὁ τῶν καινῶν πραγμάτων καὶ τοῦ φιλοπλουτεῖν ἔρως ἐνῆν, τοὺς δὲ ἀνάγκῃ καὶ βίᾳ ὑπήγετο, ὅσοις δὴ τὰ τῶν ἐμφυλίων στάσεων κακὰ ἐμισεῖτο. Ἐντεῦθεν οἱ ἐμφύλιοι ἀναῤῥηγνύμενοι πόλεμοι, καὶ οἷόν τινες ποταμοῦ καταῤῥάκται Κφερόμενοι, οὐχ ὕδασιν, ἀλλ´ αἴμασι τὴν γῆν κατέκλυζον. Πᾶσα μὲν οὖν ἡ Ἀσία πορθουμένη καὶ ληϊζομένη ἐδυσθανάτα, τῶν ἐν αὐτῇ πόλεων τῶν μὲν προστιθεμένων τῷ Θωμᾷ διὰ τὸν φόβον, τῶν δ´ ὅσαι τὰ πιστὰ τῷ κρατοῦντι ἐτήρουν λεηλατουμένων καὶ ἀνδραποδιζομένων. Καὶ τὰ μὲν τῆς Ἀσίας ἅπαντα ὑπήκοα γέγονε τῷ ἀποστάτῃ, ἐξῃρημένου τοῦ θέματος τοῦ Ὁψικίουτούτου γὰρστρατηγῶν ὁ Κατάκηλας διετήρησεν ἄχρι τέλους τῷ βασιλεῖ εὔνοιαν), ἔτι δὲ καὶ τοῦ τῶν Ἀρμενιακῶν· καὶ τούτου γὰρ στρατηγὸς ὤν ὁ Ὁλβιανὸς εὔνοιαν ἐτήρησε τῷ βασιλεῖ. Οἷστισιν ἀπονέμων ἀμοιβὰς ὁ βασιλεὺς τὸ εἰς τὸ βασιλικὸν ταμιεῖον εἰσαγόμενον δημόσιον τέλος, ὃ καπνικὸν καλεῖν εἰώθασιν, ἐδωρήσατο. Μανθάνουσι δὲ τοῖς Ἀγαρηνοῖς τὴν ἐμφύλιον στάσιν χαίρειν ἐπήει καὶ σκιρτᾷν· καιροῦ γὰρ λαβόμενοι πᾶσαν νῆσον καὶ χώραν κατέτρεχον ἀδεῶς. Ρ. ἔ]Δείσας οὖν ὁ Θωμᾶς ὡς μὴ πτοηθέντες οἱ σὺν αὐτῷ στρατιῶται τὴν τῶν Ἀγαρηνῶν ἔφοδον, λείαν, ὡς εἴρηται, ποιουμένων πάντα τὰ ἐν ποσὶ καὶ αἰχμαλωτιζόντων τὰ προστυχόντα, καταλιπόντες αὐτὸν οἰχήσονται, δέον ἐγνώκει τέως ἀναχαιτίσαι τὴν αὐτῶν ὁρμὴν δι´ ἐπιφανείας αὐτοῦ, καὶ τῷ πλήθει τῶν ἑπομένων δυνάμεων ἐκπλῆξαί τε καὶ πρὸς εἰρήνην αὐτοὺς ἐκκαλέσασθαι. Ὃ καὶ συνέβη· ἄρτι γὰρ τοῖς Σαρακηνοῖς τὴν Ἔω ληϊζομένοις αἰφνίδιος ἐπιφανείς ἐξέπληξε, καὶ εἰς λόγους ἐλθὼν ἐσπείσατο, ὑποσχόμενος προδοῦναι τούτοις τὰ Ῥωμαίων ὅρια, καὶ τὴν αὐτῶν αὐτοῖς ὑποχείριον θέσθαι ἀρχήν. Ἀπαλλαγεὶς δὲ τοῦ ἀπὸ τούτων δέους βασιλέα ἑαυτὸν ἀνεῖπε καὶ διάδημα τῇ κεφαλῇ περιέθετο, καὶ αὐτοκράτωρ ἐν Ἀντιοχείᾳ ἀναγορεύεται παρὰ τοῦ τηνικαῦτα τὴν ἐκεῖσε ποιιμαίνοντος Ἐκκλησίαν Ἰώβ. Χεῖρα δὲ πολλὴν αὐτός τε συλλέγει καὶ παρὰ τῶν Ἀγαρηνῶν λαμβάνει, οὐ μόνον δὲ τῶν προσοίκων ἡμῖν, ἀλλὰ καὶ τῶν ἐκ τῆς περαίας Αἰγυπτίων, Ἰνδῶν, Περσῶν, Ἀσσυρίων, Ἀρμενίων, Χαλδαίων, Ἰβήρων, Ζικχῶν καὶ Καβήρων. Τούτοις ἅπασι κατοχυρωθεὶς καὶ ἑαυτὸν

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
