# Compendium Historiarum 1.489

Georgius Cedrenus, Compendium Historiarum, 1.489. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.489
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.489

περιφράξας ἄριστον ἐνόμισεν εἶναι καὶ βοηθὸν καὶ συνεργὸν τῆς ἀρχῆς προσλαβέσθαι, τήν τε ἑαυτοῦ κλῆσιν ἀλλάξασθαι καὶ υἱὸν εἰσποιήσασθαι. Ἐκεῖθεν ὁρμηθείς ἅπασαν ἐδῄου καὶ ἐπόρθει τὴν Ἀνατοὶ ήν. Ἃ δὴ ὁ βασιλεύων ἀκηκοὼς καὶ αὐτὸς πρὸς ἀντιπαράταξιν ηὐτρεπίσθη. Καὶ στρατιὰν καὶ στρατηγὸν οὐκ ἀξιόμαχον πρὸς αὐτὸν ἀποστέλλει, ᾗτινι συῤῥαγεὶς ὁ Θωμᾶς ἄρδην ἠφάνισε, μέρος μὲν τῆς δυνάμεως ἀνελὼν, τὸ δ´ ἄλλο τρεψάμενος εἰς φυγήν. Καὶ λοιπὸν ἀδείας τυχὼν διετίθετο τὰ καθ´ ἐαυτὸν κραταιότερον, ναῦς ἐξαρτύων πολεμικὰς καὶ ἑτέρας σιταγωγοὺς καὶ ἱππαγωγούς. Γίνεται δὲ καὶ τοῦ βασιλικοῦ στόλου κύριος, καὶ πρὸς τὴν Λέσβον ἅπαν ἀθροίζει τὸ ναυτικόν. Αὐτὸς δὲ ὀκτὼ μυριάδων ἄρχων στρατοῦ ἐπὶ Ἄβυδον ἥκει ὡς ἐκεῖθεν εἰς τὴν περαίαν διαβησόμενος, πάντα τὰ ἐν παρόδῳ καταδραμὼν, καὶ σποδὸν ποιήσας οὐ τὰ ταπεινὰ καὶ εὐχείρωτα καὶ εὐάλωτα, ἀλλὰ καὶ τὰ ἐπικαιρότατα καὶ δυσάλωτα. Ἡν δέ τι χωρίον ἐρυμνὸν τὴν εἰς τὸν βασιλέα πίστιν τηροῦν, καὶ ἐπ´ αὐτῷ τὸν εἰσποιητὸν ἐκπέμπει υἱόν· ὁ δὲ θρασέως ἱππαζόμενος καὶ ἀτάκτως τῷ οἴεσθαι γυμνὸν ἀντιπάλων εἶναι τὸ χωρίον λόχῳ δή τινι περιπίπτει τοῦ Ὀλβιανοῦ, καὶ τὴν κεφαλὴν ἀποτμηθείς ἔμαθε μὴ θρασύνεσθαι. Τὴν μὲν κεφαλὴν τοῦ δειλαίου ἐκείνου ἔπεμψε τῶ βασιλεῖ ὁ Ὀλβιανὸς, οὗτος δὲ πάλιν Θωμᾷ τῷ ἐκείνου πατρὶ μετὰ βρυάγματος βαίνοντι καὶ μεγαλαυχουμένῳ. Ἥνπερ οὗτος δεξάμενος, καὶ κατὰ μηδὲν τοῦ φρονήματος ὑπενδοὺς, πρὸς τὴν Θράκην ἀπὸ τοῦ χωρίου ὃ καλοῦσιν Ὁρκώσιον περαιοῦται, νύκτα κατατηρήσας συνοδικήν. [Ρ. ὅθὰ] Ἔμελε δὲ περὶ τούτου τῷ βασιλεῖ Μιχαήλ, καὶ τὴν ἐκείνου προλαβὼν περαίωσιν αὐτὸς τάς τε πόλεις ἀνελάμβανε καὶ τοὺς στρατιώτας ἐστήριζε καὶ τὰ ἀσθενῆ τῶν χωρίων ὠχύρου, κἂν μηδὲν ἐκ τῆς τοιαύτης σπουδῆς ἀπώνατο, ἅμα τῇ ἐκείνου πρὸς τὴν πόλιν ὑποστροφῇ καὶ τῇ τοῦ Θωμᾶ περαιώσει πάντων τὴν ἐκείνου πίστιν ἀπαρνησαμένων καὶ προσκεχωρηκότων τῷ ἀποστάτῃ καὶ μετ´ αὐτοῦ στρατεύεσθαι κατὰ τῆς βασιλίδος προθυμουμένων. Ὁ δὲ βασιλεὺς κατὰ τὸ ἐγχωροῦν στρατὸν ἀγηοχὼς καὶ δύναμιν τῷ δοκεῖν ἀξιόλογον συστησάμενος, στρατηγούς τε ἐπιστήσας αὐτῇ τόν τε ῥηθέντα Κατάκηλαν καὶ τὸν Ὀλβιανόν, ἐπαφίησι κατὰ τοῦ τυράννου. Ἐπεμελεῖτο δὲ καὶ τῶν κατὰ θάλασσαν, ὡς ἀνυστὸν ἦν. Ὥσπερ δέ τις χείμαῤῥος ἐξ ὑψηλῶν ὀρέων ὁ τύραννος ἐπελθὼν τήν τε κατὰ χέρσον δύναμιν καὶ τὴν κατὰ θάλασσαν διεσκέδασε, καὶ τοσαύτην ἐνέθηκε πτοίαν τῷ βασιλεῖ ὡς καὶ σιδηρᾶν ἄλυσιν ἀπὸ τῆς ἀκροπόλεως εἰς τὸ καταντικρὺ πολίχνιον ἀποτεῖναι, τὴν ἔσωθεν ἄβατον τηροῦσαν θάλασσαν. Ἦν δέ τις στρατηγὸς ὑπερόριος ἐν Σκύρῳ τῆ νήσῳία δὲ αὕτη τῶν Κυκλάδων), ἀδελφιδοῦς μὲν τυγχάνων Λέοντος τοῦ βασιλέως, τούτου δὲ ἀναιρεθέντος παῤῥησιασάμενος πολλάκις καὶ τὸν Μιχαὴλ εἰς πρόσωπον ὀνειδίσας

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
