# Compendium Historiarum 1.49

Georgius Cedrenus, Compendium Historiarum, 1.49. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.49
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.49

ἀλήθεια μὲν γνησίως καὶ ζητουμένη μόλις εὐρίσκεται· τὸ ἔθος δέ, ὁποῖον ἂν ἧ, εἴτε ἀληθὲς εἴτε ψευδὲς, ἀκρίτως ὑφ´ ἑαυτοῦ κρατύνεται. Καὶ οὔτε ἀληθεῖ ὄντι ἥδεται ὁ πατρόθεν αὐτὸ παραδεξάμενος, οὕτε ψευδεῖ ἄχθεται, ὅτι οὐ κρίσει ψυχῆς ἰδίᾳ ἀλλὰ προλήψει πιστεύει καὶ γνώμη τῶν πρὸ αὐτοῦ. Ἐπ´ ἀδήλῳ δὲ τύχῃ τὴν ἰδίαν ἐπιδεδωκὼς ἐλπίδα, οὐ ῥᾳδίως ἔχει τὴν πάτριον ἀποδύσασθαι περιβολὴν, κἂν πάνυ μωρὰ τούτῳ καὶ καταγέλαστος οὖσα σαφῶς ἀποδείκνυται. Οἱ μὲν οὖν πολλοὺς καὶ παντοπαθεῖς εἰσηγούμενοι θεοὺς, τὰ ὅμοια δὲ αὐτοῖς καταπραττόμενοι, οὐδὲ αἰδοῦνται τῷ τῆς κακίας παραδείγματι ἐπερειδόμενοι. Οἱ εἰμαρμένην δὲ ἀναπλάττοντες καὶ γένεσιν, μηδὲν οὔτε ποιεῖν οὕτε πάσχειν δύνασθαι παρὰ ταύτας τερατολογοῦντες, ἀδεῶς ἁμαρτάνουσιν, οὐκ εὐλαβούμενοι, ὡς ὑπὸ γενέσεως ταῦτα ποιεῖν ἀναγκαζόμενοι· εἰμαρμένην γὰρ ἀναγκαστικὴν εἶναί τινα δύναμιν καὶ τῆς ὕλης φησὶ κινητικήν. Οἱ δὲ πάλιν ἀπρονόητον φορὰν καὶ ἄθεον ἢ τυχαίαν εἰσηγούμενοι ὡς αὐτομάτως τῶν πάντων φερομένων ύχην γὰρ αἰτίαν κατὰ συμβεβηκὸς καὶ σύμπτωμα φύσεως ἢ προαιρέσεως εἶναι λέγουσι], καὶ οὗτοι πάλιν τοῖς ἴσοις περιπίπτοντες εἰς ἐσχάτους βυθοὺς ἀπωλείας καὶ βάραθρα ἅδου καταντῶσιν. Ἰδὼν οὖν ὁ προειρημένος βασιλεὺς Γεράρων Ἀβιμέλεχ ἐν παντὶ ἔργῳ εὐοδούμενον τὸν Ἀβραὰμ, Οχοζὰδ τὸν νυμοαγωγὸν καὶ Φίλοχ τὸν ἀρχιστράτηγον αὐτοῦ παραλαβὼν ἦκε πρὸς Ἀβραὰμ, φιλίαν ἐπικυρῶν κραταιοτέραν, καὶ ὅρκον ἀπαιτῶν μὴ ἀδικήσειν μήτ´ αὐτὸν μήτε τὸ σπέρμα αὐτοῦ. «Καθὼς ἐγὼ ἐποίησα μετὰ σοῦ δικαιοσύνην ἐν ταύτῃ τῇ γῇ ᾗ παρῴκησας, οὔτω καὶ σὺ μετ´ ἐμοῦ καὶ τοῦ σπέρματός μου, ὅταν βασιλεύσεις ταύτης τῆς γῆς.» Δεινοὶ γὰρ οἱ βασιλεῖς τὸν μέλλοντα τούτους διαδέχεσθαι παντοδαποῖς τεκμαίρεσθαι συμβόλοις· καὶ γὰρ ἔμελλε διὰ τῶν ἐξ αὐτοῦ γεννωμένων ἐκείνης τῆς γῆς βασιλεύειν Ἀβραάμ. Προσωνείδισε δὲ τὸν Ἀβιμέλεχ περὶ τῶν ἀφῃρημένων φρεάτων ὑπὸ τῶν αὐτοῦ παίδων. Ἐκεῖ οὖν παρὰ τὸ φρέαρ γενόμενοι, καὶ πρόβατα καὶ μόσχους τεθυκότες, διαθήκην εἰρήνης ἀμφότεροι διέθεντο, ἐν ἑπτὰ [Ρ. ὅἂ] δὲ ἀμνάσιν ἑτέραις τὸν ὁρκισμὸν κατ´ ἔθος ποιήσαντες εἰς ἀπόδειξιν ὅτι ὤρυξεν αὐτὸς, διὸ καὶ Φρέαρ ὅρκου ὡνόμασται, Καὶ οὕτως ἐκεῖσε εἰρηνικὰς διαθέμενοι, Ἀβιμέλεχ μὲν μετὰ τῶν οἰκείων οἵκαδε ἐπανῆλθεν. Ἀβραὰμ δὲ ἄρουραν ἢ λειμῶνα ἐπὶ τῷ τοῦ ὅρκου φρέατι φυτεύσας τὸ ὄνομα ἐπικέκληκε Κυρίου, Θεὸς αἰώνιος. Εἰς βαθὺ οὖν γῆρας ἐλάσας Ἀβραὰμ, καὶ γενόμενος ἐτῶν ροςʹ, μετέστη πρὸς τὸν Θεόν. Τοῦτον Ἰσαὰκ καὶ Ἰσμαὴλ οἱ υἱοὶ αὐτοῦ ἐν τῷ διπλῷ σπηλαίῳ μετὰ Σάῤῥας κατέθεντο. Μετὰ ταῦτα ἀνδρωθέντος Ἰσαὰκ ἐγένετο λιμὸς ἑν τῆ γῇ αὐτῶν. Κωλύεται δὲ παρὰ τοῦ Θεοῦ εἰς Αἴγυπτον κατελθεῖν, πανοικὶ δὲ εἰς Γέραρα πρὸς Ἀβιμέλεχ ἔρχεται τὸν βασιλέα Φιλιστιείμ. Φησὶ δὲ καὶ αὐτὸς περὶ Ῥεβέκκας ὡς Ἀβραὰμ περὶ Σάῤῥας, ὅτι Ἀδελφή μου ἐστίν· ἦν γὰρ ὡραία σφόδρα. Ἐκ δὲ τῆς

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
