# Compendium Historiarum 1.511

Georgius Cedrenus, Compendium Historiarum, 1.511. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.511
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.511

γεγονὼς, πλησίον τῷ βασιλεῖ παρεστὼς ἐξεμυκτήριζε τὸν Ἀγαρηνὸν, μηδὲν ἀνδρεῖον φάσκων μηδὲ καταπληκτικὸν ἐνδεικνύμενον. Ὢ καὶ χαλεπήνας ὁ βασιλεύς· Ἀλλὰ σὺ, ὧ θηλυδρία καὶ ἄνανδρε, δύνασαί τι τοιοῦτον ἐργάσασθαι; Ὑπολαβὼν δὲ ὁ Κρατερός· «Δύ μὲν, βασιλεῦ, μὴ μαθὼν οὐδὲ μεταχειρίσασθαι δόρατα δύναμαι· οὐδὲ γὰρ ἐν πολέμῳ τοιαύτης φλυαρίας χρεία· ἑνὶ δὲ χρησάμενος τὰ ν εἰς Θεὸν πεποίθησιν ἔχω βεβαίαν ὡς κρημνίσω τε τοῦτον καὶ τοῦ ἴππου καταβαλῶ.» Ἐπὶ τῷ λόγῳ δὲ θυμωθεὶς ὁ βασιλεὺς ἦ μὴν ἔφησε κατὰ τῆς ἑαυτοῦ κεφαλῆς τὸν ὅρκον ἐπαγαγὼν, θανάτῳ παραδοῦναι εἰ τὸν Κρατερὸν, εἰ μὴ τοὺς λόγους εἰς ἔργον ἀγάγοι. Ἀναβὰς οὖν εὐθὺς τὸν ἴππον ὁ Θεόδωρος καὶ δίρυ λαβὼν συνεπλέκετο τῷ Σαρακηνῷ, καὶ ἐν οὐ μακρῷ τῷ χρόνῳ τοῦ ἴππου αὐτὸν κατεκρήμνισεν. ᾘσχύνθη μὲν οὖν ὁ βασιλεὺς καταπεβλημένον ἰδὼν τὸν Σαρακηνὸν ὑπ´ ἀνδρὸς εὐνούχου, ὅμως τὴν ἀρετὴν αἰδενθεὶς τοῦ ἀνδρὸς λόγῳ τε ἐφιλοφρονήσατο, καὶ στολὰς καὶ περιβολὰς, τὴν πολιτείαν αἰδούμενος, ἐδω. ρήσατο αὐτῶ, ΡΡεβ] Ἡδη δὲ τοῦ ἔαρος ὑπολάμποντος δύναμιν πάλιν ἠθροικὼς ὁ Θεόφιλος ἔξεισιν κατὰ τῶν Σαρακηνῶν, καὶ τὸν ὅσιον Μεθόδιον ἐκ τῆς ὑπερορίας ἀνακαλεσάμενος εἶχε μεθ´ ἑαυτοῦ, εἰθισμένον αὐτῷ ἐν τοῖς πολέμοις τοῦτο ποιεῖν, εἴτε τοῦ ἀσαφῆ ἕνεκα καὶ πολλοῖς ἄγνωστα διαλύειν διὰ τῆς ἐνυπαρχούσης αὐτῷ σοφίας, εἴτε καὶ ἐπαναστάσεις φυλαττόμενος παρ´ αὐτοῦ τινας παθεῖν διὰ τὸν κατὰ τῶν θείων καὶ σεπτῶν εἰκόνων πόλεμον· οὐ μικρῶς γὰρ ἐσέβετο τὸν ἄνδρα τὸ τῆς πόλεως ἔκκριτον καὶ φιλόθεον. Διά τοι τοῦτο καὶ κατόπιν ἐᾷν αὐτὸν οὐκ ἐφαίνετο συμφέρον τῷ βασιλεῖ. Τέως δ´ ὅμως συμπεσόντων ἀλλήλοις τῶν στρατευμάτων, καὶ τῶν Ἰσμαηλιτῶν ὑπερτερούντων, κύκλωσιν ὑπέστη ὁ βασιλεὺς καὶ δη ἁλώσιμος ἦν. Ὁ δὴ καὶ μαθὼν Μανουὴλ ὁ τοῦ στρατοῦ ἐξηγούμενος, καὶ δεινὸν ἡγησάμενος δορυάλωτον βασιλέα Ῥωμαίων ἰδεῖν, τοὺς περὶ αὐτὸν ἀναθαῤῥύνας εἰσῄει μετὰ θάρσους τὸν κίνδυνον. Ὡς δ´ εὖρε καμόντα τὸν βασιλέα καὶ τὴν σωτηρίαν ἀπεγνωκότα, προφασιζόμενον δὲ μὴ βούλεσθαι τὸν λαὸν φεύγοντα καταλιπεῖν· Ἄγε δὴ, φησίν, ὧ βασιλεῦ, ἕπου μοι προπορευομένῳ καὶ τὴν ὁδόν σοι εὐρύνοντι.» Ὡς δ´ ὁ Μανουήλ ἐξῄει, ὁ βασιλεὺς δὲ κατεπτηχὼς οὐχ εἴπετο, πάλιν ἐκ δευτέρου ὑποστρέψαι ἠναγκάσθη. Ὡς δὲ καὶ πάλιν ἠστόχησε, τὸ τρίτον ἐπιστραφεὶς θάνατον ἠπείλησεν εἰ μὴ ἕποιτο, καὶ οὕτως ὀψὲ καὶ μόλις τοῦ κινδύνου διέσωσε. Διὸ τιμαῖς τοῦτον ἀνταξίοις ἐδεξιώσατο καὶ δωρεαῖς ἐθεράπευσεν, εὐεργέτην καὶ σωτῆρα ἀποκαλῶν. Ἀλλ´ ὁ φθόνος ἴσχυσε κατὰ τοῦ τοιούτου ἀνδρὸς, καὶ εἰς καθοσίωσιν ἐκ λοιδορίας κατεγκλήθη. Ὅθεν καὶ κίνδυνον οὐ μικρὸν ἑαυτῷ ἐνηργημένον κατανοήσας, καὶ διά τινος τῶν πιστοτάτων πληροφορηθεὶς, δούλου μὲν γεγονότος αὐτοῦ οἰνοχοοῦντος δὲ τότε τῷ βασιλεῖ Θεοφίλῳ, ὡς μέλλοι τοῦτον ἀποτυφλοῦν, ἀποστασίαν τολμᾶ καὶ πρὸς Ἀγαρηνοὺς μετατίθεται, μέγας καὶ παρ´ αὐτοῖς ὀφθείς καὶ μεγίσταις τιμαῖς

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
