# Compendium Historiarum 1.55

Georgius Cedrenus, Compendium Historiarum, 1.55. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.55
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.55

ἐπὶ ἔύλον κοεμάμενον τὰ ὄρνεά σε καταθοινήσονται.» Κατὰ τὴν κρίσιν οὖν τοῦ Ἰωσὴφ οὕτω καὶ ἐγένετο. Μετὰ ταῦτα δύο ἐτῶν παρῳχημένων αὐτὸς ἐνύπνιον εἶδε Φαραώ. Ἑπτὰ βόας καλὰς τῷ εἴδει καὶ ταῖς σαρξὶ λιπαρὰς, ἀναβαινούσας ἑκ τοῦ ποταμοῦ καὶ ἐν τῷ ἄχιν νεμομένας ᾤετο ὁρᾷν, ἄλλας δὲ ἑπτὰ βόας ἑπομένας ταῖς πρώταις, αἰσχρὰς τῷ εἴδει καὶ λεπτὰς, αἱ καὶ κατέφαγον τὰς λιπαρὰς καὶ ἐκλεκτάς. Εἶτα ἐγερθεὶς καὶ αὖθις δεύτερον ἐνυπνισθείς ὁ βασιλεὺς ὁρᾷν ἐδόκει ἑπτὰ στάχυας ἐν ἑνὶ πυθμένι ἀνιέναι, καλοὺς καὶ ἐκλεκτοὺς, καὶ μετ´ αὐτοὺς ἄλλους ἑπτὰ ἀναφύεσθαι ἀνεμοφθόρους καὶ λεπτοὺς, οἶ τοὺς ἐκλεκτοὺς καὶ πλήρεις κατέπιον. Ταῦτα ἰδὼν Φαραὼ ἐταράχθη, καὶ ὁ ἀπαγγέλλων αὐτῷ τὴν σύγκρισιν οὐκ ἦν. Ἀναμιμνήσκεται οὖν ὁ ἀρχιοινοχόος τοῦ Ἰωσὴφ, ὃς καὶ παραστὰς τὰς μὲν ἑπτὰ βόας τὰς καλὰς καὶ τοὺς ἑπτὰ στάχυας τοὺς καλοὺς ἐπτὰ ἔτη εὐθηνίας εἶναί φησι, τὰς δὲ ἑπτὰ βόας τὰς ἰσχνὰς καὶ τοὺς ἑπτὰ στάχυας τοὺς λεπτοὺς καὶ κενοὺς, ἑπτὰ ἔτη λιμοῦ ἰσχυροῦ ἐπακολουθήσει, ἅπερ ἐξαναλώσει πάντα τὰ ἀγαθὰ τῶν ἐτῶν τῆς εὐθηνίας. Τὸ δὲ δευτερῶσαι τὸ ἐνύπνιον, ἀληθές ἐστι δηλοῖ. Τὸ δὲ καὶ διὰ τῶν ἀσταχύων δευτερωθῆναι τὸ διὰ τῷν γεωργημάτων τῆς γῆς σημαίνει· ὅπερ καὶ ταχυνεῖ τοῦ ποιῆσαι ὁ Θεός, Ἦν μὲν οὖν ἐτῶν τριάκοντα ὁ Ἰωσὴφ, ὅτε παρέστη τῷ Φαραώ· ὧ καὶ γυναῖκα τὴν Ἀσενὲθ ἐδίδου, θυγατέρα τοῦ ἱερέως Πετεφρῆ, μεθ´ ἧς καὶ δύο υἱοὺς ἐτετόκει, Μανασσῆν καὶ Ἐφραῖμ. Τοῦ λιμοῦ δὲ ἐπὶ ἑπταετίᾳ γενομένου πάντα μὲν χρυσὸν καὶ κτήνη καὶ γῆν, ἀλλὰ μὴν καὶ ἐέ ἀνθοώπων ἀνδράποδα τῷ οἵκῳ Φαραὼ εἰσεποιήσατο· ἐν δὲ τῷ ἑβδόμῳ ἐνιαυτῷ σπέρματα δοὺς πάσῃ τῇ γῇ Αἰγύπτου, τὸ πέμπτον μέρος ἀποκληροῦν ἐποίησε τοῖς βασιλείοις. Ὅπερ καὶ μέχρι τῆς νῦν κρατεῖ ἐν Αἰγύπτῳ, μόνων τῶν ἱερέων ὑπεξΠρημένων· τὴν ἱερατικὴν γὰρ γῆν ἀτελῆ καταλέλοιπε μόνην. Οἱ δὲ Αἰγύπτιοι σωτηρίαν μεγίστην καὶ εὐεργεσίαν τοῦτο ἡγησάμενοι, ἄχρι τοῦ δεῦρο ἀποπεμπτοῦν παρειλήφασι τῷ Φαραὼ πάντας τοὺς καρποὺς τῆς γῆς αὐτῶν. Ἑπτακαίδεκα μὲν ἔτη ὁ Ἰακὼβ ἐπέζησεν ἐν Αἰγύπτῳ τῷ Ἰωσὴφ, τῆς ζωῆς δὲ αὐτῷ αἱ πᾶσαι ἡμέραι εἰς ρμζ ἑτη ἐξεμετρήθησαν. Ἄγγιζε μὲν οὖν ἡ ἡμέρα τῆς αὐτοῦ τελευτῆς, αὐτὸς δὲ τὸν Ἰωσὴφ προσκαλούμενος θεῖναι τὴν χεῖρα ὑπὸ τὸν μηρὸν,

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
