# Compendium Historiarum 1.552

Georgius Cedrenus, Compendium Historiarum, 1.552. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.552
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.552

ὁ βασιλεύς τοῦ ἄγαν ὑπενδιδοὺς τὰ ἡμίση ὧν ἕκαστος ἔλαβεν ἀντιστρέψαι πρὸς τὸ βασιλικὸν ταμιεῖον ἐκέλευσε, καὶ οὕτως ἀπὸ τῶν τοιούτων συνήχθη τοῦ δημοσίῳ χρυσίου κεντηνάρια τριακόσια. Ἐποιήσατο δὲ καὶ πρόοδον ὁ βασιλεὺς δημοσίαν ἐπὶ τὸν μέγαν τῆς τοῦ Θεοῦ Λόγου Σοφίας ναὸν, καὶ χρήματα πολλὰ ἐν τῷ ὑποστρέφειν τῷ πλήθει διένειμεν, οὐκ ἐκ των δημοσίων, ἀλλ´ ἐκ τῶν ἰδίᾳ διαφερόντων αὐτῳ· προσεγένετο γὰρ αὐτῷ πλῆθος χρημάτων ἀπροσδόκητον καὶ ἀπὸ θησαυρῶν κεκρυμμένων ἀναφανέντων τῆς γῆς. Εὐρόθη δὲ καὶ ἐν τῷ εἰδικῷ χρυσίον οὐκ ὀλίγον, ὅπερ ὁ προβεβασιλευκὼς Μιχαήλ συνέλεξε, τὴν θρυλουμένην ἐκείνην πλάτανον χωνεύσας καὶ τοὺς δύο ὁλοχρύσους γρῦπας καὶ τοὺς δύο σφυρηλάτους λέοντας καὶ τὸ ὁλόχρυσον ὄργανον καὶ ἕτερα τῶν ἐπὶ τῆς τραπέζης χρυσωμάτων ἔργα διάφορα, καὶ βασιλικὰς καὶ Αὐγουστικάς στολὰς, οἷσπερ ἔμελλεν ἀποχρήσασθαι πρὸς τὰ αὐτῷ καταθύμια, φθάσαν δὲ τὸ χρεὼν εἰς Βασίλειον ταῦτα διεβιβάσθη. Ἀλλὰ ταῦτα μὲν ὑστερον. Ἄρτι δὲ τῆς ἀρχῆς ἐπιβὰς ὁ Βασίλειος πρῶτον μὲν ἐπὶ τὰς ἀρχὰς ἀδωροτάτους λεγομένους προὐβάλλετο καὶ μαρτυρουμένους τὰς ἰδίας χεῖρας καθαρὰς παντοίου διαφυλάττειν λήμματος, εἶθ´ οὔτως δικαιοσύνης ἐπεμελεῖτο, καὶ ἰσονομίαν ἐμπολιτεύεσθαι τοῖς ἀρχομένοις καὶ τὸ μὴ καταδυναστεύεσθαι ὑπὸ τῶν πλουσίων τοὺς πενεστέρους ἐπραγματεύσατο. Πανταχοῦ δὲ διατάγματα ἐξετίθει τέλεον ἐξαρθῆναι τὴν ἀδικίαν ὁρίζοντα. Δικαστὰς τε ἔταξε, σιτηρεσίοις καὶ φιλοτιμίαις παντοδαπαῖς αὐτοὺς μεγαλύνας, καὶ τάξας διημερεύειν καὶ τὰς διενέξεις διαλύειν τῶν φιλονεικούντων, τόπους ἀφορίσας αὐτοῖς ἐπιτηδείους, τήν τε Μαγναύραν καὶ τὸν καλούμενον Ἰππόδρομον καὶ τὴν λεγομένην Χαλκῆν, χρόνῳ μογήσασαν καὶ ὅσον οὐδέπω πεσεῖν κινδυνεύουσαν ἐπισκευάσας καὶ καινουργήσας. Ἔταξε δὲ καὶ τροφὴν τοῖς πενεστέροις τῶν τὰς δίκας ἐχόντων, ἵνα μὴ ὑπὸ ἐνδείας πιεζόμενοι ταῖς δίκαις ἀπαγορεύοιεν. Ἐπεδίδου δὲ καὶ ἑαυτὸν εἰς τὸ τοιοῦτον μέρος, ὁπηνίκα τῶν στρατειῶν ἔτυχεν ἄγων σχολὴν καὶ τοῦ χρηματίζειν ταῖς ἁπανταχόθεν πρεσβείαις, καὶ εἰς τὸ λεγόμενον γενικὸν κατιὼν τοὺς εἰσπραττομένους ἐσκόπει

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
