# Compendium Historiarum 1.558

Georgius Cedrenus, Compendium Historiarum, 1.558. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.558
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.558

λόχων ἐκράτησε. Πρὸς δὲ τὴν Καλλίπολιν καὶ Παδασίαν φθάσας, δυσβάτοις δὲ περιτυχὼν καὶ ἀποκρήμνοις ὁδοῖς, τοὺς ὑπὸ χεῖρα παραμυθούμενος πεζῇ καὶ βάδην αὐτὸς προεπορεύετο τοῦ στρατοῦ. Ὑπερβὰς δὲ τὰ στενὰ τοῦ Ταύρου τῇ Γερμανικείᾳ προσβάλλει. Ἐπεὶ δὲ τὸ ἀνθιστάμενον ἅπαν τοῖς Κτείχεσι συνεκλείετο, καὶ οὐδεὶς ἐτόλμα πρὸς χεῖρας ἐλθεῖν, τὰ πρὸ τῆς πόλεως κάλλη κείρας καὶ πυρὶ παραδοὺς πρὸς Ἄδαταν παρεγένετο τὴν πόλιν. Καὶ τῶν ταύτης δὲ ἐποίκων μὴ τολμώντων ἐν τοῖς ὑπαίθροις σιαγωνίζεσθαι, ἀλλ´ εἴσω συνελαθέντων τειχῶν, τὰ ἔξω τῆς πόλεως ληϊσάμενος καὶ ἀποτεφρώσας, ἐκπολιορκήσας δὲ καὶ τὸ πολίχνιον ὃ Γέροντα ἐκάλουν, καὶ διαρπάσαι ἐφεὶς τοῖς στρατιώταις, τελευταῖον αὐτοῖς προσβάλλει τοῖς τείχεσι, καὶ παντοδαπὰς προσέφερε μηχανὰς, καὶ ἐνεργὸς ἦν ἐν τῇ πολιορκίᾳ, ἐλπίδας οὐ μικρὰς ἔχων αἱρήσειν τὴν πόλιν διὰ τὸ τῆς περὶ αὐτὸν δυνάμεως βάρος. Εὐρώστους δὲ τοὺς ἔνδον εὑρών καὶ ἀδεῶς τὰ προσπίπτοντα φέροντας, ἀνοχὴν τῷ πολέμῳ δοὺς ἐπυνθάνετο τῶν ἔνδον ἐο´ ὅτω πεποιθότες, τῆς πατρίδος αὐτῶν ἤδη μελλούσης παραλαμβάνεσθαι, ὀλίγον αὐτοῦ λόγον ποιούμενοι φαίνονται· πρὸς ὃν ἀπεκρίνατό τις τῶν γεραιτέρων πληροφορίαν ἐσχηκέναι Οὐχ ὑπὸ σοῦ πολιορκηθῆναι νῦν τὴν πόλιν, ἀλλ´ ὑφ´ ἑτέρου τινὸς πεπρωμένον εἶναι ταύτην ληφθῆναι κατὰ γένος σοι προσήκοντοσνσταντῖνος τούτῳ τὸ ὄνομα, καὶ διὰ τοῦτο μὴ καταπλήττεσθαι τοῖς προσπίπτουσι. Τοῦ δὲ τὸν υἱὸν ἐπιδείξαντος καὶ ὡς Κωνσταντῖνος καλεῖται εἰπόντος, οὐ τοῦτον ὁ ἐξηγούμενος ἔλεγεν εἶναι τὸν Κωνσταντῖνον ὅς αὐτῶν μέλλει ποιῆσαι τὴν πόλιν ἀνάστατον, ἄλλον δέ τινα μετὰ χρόνον συχνὸν παὶ τῶν ἀπογόνων τῶν σῶν. Ἐφ´ οἷς ὁ βασιλεὺς ὀργισθεὶς, καὶ ἔργοις ἐξελέγξαι βουληθεὶς ψεῦδος τὴν πρόῤῥησιν, συντονώτερον ἤπτετο τῆς πολιορκίας. Ὡς δὲ πάντων πονούντων μὴ προβαίνουσαν ἑώρα τὴν σπουδὴν, ἐπεγένετο δὲ κρύος ἀμήχανον, τοὺς ἐν ὑπαίθρῳ σφοδρῶς λυμαινόμενον, ἔλυσε τὴν πολιορΚκίαν. [Ρ. ὄ] Ἐν δὲ τῷ ὑποστρέφειν τὸ πολὺ τῶν αἰχμαλώτων διὰ τὸ βάρος ξίφει κελεύσας ἀποφορτίζεσθαι, τῆς πρὸς τὴν βασιλεύουσαν εἴχετο, πολὺ δέος τοῖς ἐκ τῆς Ἄγαρ καταλιπών. Προσδοκήσας δὲ ἐπι. θήσεσθαι αὐτοῖς κατὰ τὰ στενὰ, λόχους ἐν τοῖς ἐπι. καίροις ἀφεὶς πολλοὺς τῶν ἐλλοχώντων ἐζώγρησε. Πρὸς ἅπερ Ἀὔδελομέλερ ὁ τοῦ τόπου κατάρχων ἀπειρηκὼς, πρέσβεις ἐκπέμψας ἀδείας καὶ εἰρήνης ἐδεῖτο τυχεῖν· οὗ τὴν δέησιν δεξάμενος ὁ βασιλεὺς σύμμαχον αὐτὸν τὸ ἀπὸ τοῦδε ἔσχε κατὰ τῶν ὁμοφύλων ἐθελοντήν. Ἐκεῖθεν τὸν Ἀργαῖον διελθὼν, πρὸς. Καισάοειαν γενόμενος ἔκ τε Κολωνείας καὶ Μεσοποταμίας ἐπινικίους ἀγγελίας ἐδέξατο, κομισθέντων αὐτῷ λαφύρων καὶ αἰχμαλώτων πολλῶν Κούρτων

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
