# Compendium Historiarum 1.58

Georgius Cedrenus, Compendium Historiarum, 1.58. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.58
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.58

στελέχει φυτοῦ ἀνειμένῳ παρεικασθήσεται, ἐπιδιδοὺς εἰς πλῆθος καὶ κάλλος δυνάμεως ὡς γεννήματα πληθύτ καρπῶν. Τοῖς μὲν οὗν τὰ τοιαῦτα προφητεύων ἐπέλεγεν ὁ Ἰσραήλ. Σφόδρα δὲ τὸν Ἰωσὴφ ὡς λίαν ἠγαπημένον εὐλογῶν, «Υἱὸς ηὐξημένος καὶ δεδοξασμένος, ὡς ζηλωτὸς ἢ ἐπίζηλος καὶ μακάριός μου ὁ υἱὸς ὁ νεώτερος. Ἰωσὴφ, πρός με ἀνάστρεψον, πρός με τὸν πατέρα τὸν σόν. Ὅρα λοιπὸν μὴ πρὸς Φαραὼ, μὴ πρὸς Αἰγυπτίους ἀσεβεῖς, ἀλλὰ πρὸς ἐμέ, φησί, καὶ τὴν εὐσέβειαν τῶν πατέρων ἐπιστρέφου τῶν σῶν. Καὶ γὰρ κατὰ σοῦ διαβουλευόμενοι ἐλοιδοροῦντο καὶ ἐνεῖχον τοξόται, τρῶσαι θέλοντες καὶ ἀποκτεῖναι· ἢ ὥσπερ οἱ ἀδελφοὶ διαφθονούμενοι πρότερον, καὶ ἄλλοι τοῦτο δράσουσι μετέπειτα εἰς ἐκγόνους τοὺς σούς. Ἀλλὰ διὰ χειρὸς δυνάστου τοῦ ἐμοῦ Θεοῦ τοῦ κατισχύσαντος Ἰσραὴλ συνετρίβη τὰ τόξα αὐτῶν, καὶ τὰ νεῦρα τῶν βραχιόνων αὐτων ἐξελύθη. Καὶ εὐλόγησέ σε ὁ Θεὸς ὁ ἐμὸς εὐλογίαν οὐρανοῦ καὶ γῆς, οὐρανίοις χαρίσμασιν ἀγαθῶν ἀρετῶν καὶ ἐπιγείοις καταπλουτίσας ἀγαθοῖς πᾶσι. Καὶ διὰ τὰς ἀπὸ μαστῶν καὶ μήτρας τῆς μητρός σου εὐλογίας καὶ διὰ τὰς τοῦ πατρός σου ἐκ νηπίου ἐπιθυμίας καὶ ἀγαπήσεις ὑπερίσχυσας καὶ ἐδυνάσθης ὑπὲρ εὐλογίας ὀρέων μονίμων, ἥτοι βασιλέων πολυχρονίων, καὶ ἐπιθυμίας θινῶν αἰωνίων, ἤτοι βουνῶν καὶ ἀρχόντων μακροβιότητι διευθηνουμένων πάντων ὑπερέσχες. «Αὗται γοῦν, φησὶν, αἱ εὐλογίαι εἴησαν ἐπὶ κεφαλήν Ἰωσήφ καὶ ἐπὶ κορυφὴν ὡν αὐτὸς ἡγεῖται ἀδελφῶν. Βενιαμὶν δὲ λύκος ἅρπαξ· τὸ πρωῖκὸν αὐτὸς ἔδεται, καὶ εἰς τὸ ἑσπέρας διαδώσει τροφήν. Τοιοῦτον γοῦν τι πέπονθεν ἡ τούτου φυλή. Εἰδέναι δὲ δεῖ ὅτι ἐάν τις ἐκ παρατάσεως ἁμαρτάνει πειράζων τὸν Θεὸν ὡς μὴ ἐπεξιόντα τοῖς πονηροῖς, ὁ τοιοῦτος οὔτε μετανοίας ἀξιοῦται οὔτε ἀφέσεως, ὥσπερ γε καὶ ἄλλοι πλείους καὶ [] οὗτος Φαραώ· κἂν λέγῃ τις παρ´ ἑαυτῷ, Ὅσιά μοι γένοιτο, ὅτι πορεύσομαι ἐν τῇ ἀναστροφῇ τῆς καρδίας μου τῆς πονηρᾶς, καὶ ὀψέ ποτε μετανοήσω, ὥσπερ Ἀμὼς ὁ τοῦ Μανασσῆ, Διὸ καὶ τὸ τάχος ἐξωλόθρευσεν αὐτὸν ὁ Θεός. Ὅτι γεωμετρίαν μὲν Αἰγύπτιοι πρῶτοι ἐξεῦρον, ἀστρολογίαν δὲ καὶ γενεθλιαλογίαν Χαλδαῖοι, Ἄραβες καὶ Φρύγες οἰωνοσκοπίαν, θεοῖς δὲ θύειν Χαλδαῖοι εἴτ´ οὖν Κύπριοιιφοροῦνται γὰρ, ἔθνος Περσικὸν ὄντες), ἀστρονομίαν δὲ Βαβυλώνιοι διὰ Ζωροάστρου, ἐξ ὧν παρέλαβον Αἰγύπτιοι, μαγείαν δὲ καὶ νοπτείαν καὶ φαρμακείαν Μῆδοι καὶ Πέρσαι. Ἔστι δὲ μαγεία μὲν ἐπίκλησις δαιμόνων ἀγαθοποιῶν δῆθεν πρὸς ἀγαθοῦ τινος σύστασιν, ὥσπερ τὰ τοῦ Τυανέως Ἀπολλωνίου· γοητεία δὲ καλεῖται ἀπὸ τῶν γόων καὶ θρήνων τῶν περὶ τοὺς τάφους τοῖς τὰ τοιαῦτα ἐπιτηδεύουσι γινομένων· φαρμακεία δὲ, ὅταν συσκευασία θανατηφόρος ᾖ πρὸς φίλτρον δοθεῖσά τινι διὰ τοῦ στόματος. Ἰστέον ὅτι τὸ Φαραὼ κοινὸν ὄνομα πάντων τῶν Αἰγύπτου βασιλέων ἐστὶν, ἀπὸ τοῦ πρώτου Φαραῶ, ὥσπερ καὶ Πτολεμαῖοι ὕστερον, καὶ Αὔγουστοι οἱ

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
